§4.6.1οἱ δ’ ἐν τῇ Ἀττικῇ ὄντες Πελοποννήσιοι ὡς ἐπύθοντο τῆς Πύλου κατειλημμένης, ἀνεχώρουν κατὰ τάχος ἐπ’ οἴκου, νομίζοντες μὲν οἱ Λακεδαιμόνιοι καὶ Ἆγις ὁ βασιλεὺς οἰκεῖον σφίσι τὸ περὶ τὴν Πύλον· ἅμα δὲ πρῲ ἐσβαλόντες καὶ τοῦ σίτου ἔτι χλωροῦ ὄντος ἐσπάνιζον τροφῆς τοῖς πολλοῖς, χειμών τε ἐπιγενόμενος μείζων παρὰ τὴν καθεστηκυῖαν ὥραν ἐπίεσε τὸ στράτευμα.
与此同时,在阿提卡的伯罗奔尼撒人一听说皮洛斯已被占领,便急忙撤回本国。 这是因为拉刻代蒙人和国王阿基斯认为皮洛斯之事与他们切身相关;同时,由于他们入侵较早,且谷物依然青绿,致使大多数人的粮食匮乏,加之又赶上了比通常季节更为严酷的恶劣天气,使军队备受折磨。
§4.6.2ὥστε πολλαχόθεν ξυνέβη ἀναχωρῆσαί τε θᾶσσον αὐτοὺς καὶ βραχυτάτην γενέσθαι τὴν ἐσβολὴν ταύτην· ἡμέρας γὰρ πέντε καὶ δέκα ἔμειναν ἐν τῇ Ἀττικῇ.
因此,在多种原因的交织下,他们得以更快地撤退,且使这一次入侵成为了最短的一次;因为他们仅在阿提卡停留了十五天。