§4.48.1καὶ ἐς μὲν ἄνδρας ἑξήκοντα ἔλαθον τοὺς ἐν τῷ οἰκήματι τούτῳ τῷ τρόπῳ ἐξαγαγόντες καὶ διαφθείραντες (ᾤοντο γὰρ αὐτοὺς μεταστήσοντάς ποι ἄλλοσε ἄγειν)·
そして彼らは、建物の中にいる者たちに気づかれることなく、約六十人までをこのように連れ出しては殺害した(建物の中にいた者たちは、彼らが自分たちをどこか別の場所に移すために連行しているのだと考えていたのである)。
ὡς δὲ ᾔσθοντο καί τις αὐτοῖς ἐδήλωσε, τούς τε Ἀθηναίους ἐπεκαλοῦντο καὶ ἐκέλευον σφᾶς, εἰ βούλονται, αὐτοὺς διαφθείρειν, ἔκ τε τοῦ οἰκήματος οὐκέτι ἤθελον ἐξιέναι, οὐδ’ ἐσιέναι ἔφασαν κατὰ δύναμιν περιόψεσθαι οὐδένα.
しかし、事態に気づき、また誰かがそれを彼らに知らせると、彼らはアテナイ人たちに呼びかけ、もし望むなら自分たちを殺してくれと頼み、もはや建物から出ようとはしなかった。 また、自分たちの力の及ぶ限り、誰も中に入れさせはしないと言い張った。
§4.48.2οἱ δὲ Κερκυραῖοι κατὰ μὲν τὰς θύρας οὐδ’ αὐτοὶ διενοοῦντο βιάζεσθαι, ἀναβάντες δὲ ἐπὶ τὸ τέγος τοῦ οἰκήματος καὶ διελόντες τὴν ὀροφὴν ἔβαλλον τῷ κεράμῳ καὶ ἐτόξευον κάτω.
ケルキュラ人たちも、扉から力ずくで押し入ろうとは考えず、建物の屋根に登り、天井を取り壊しては瓦を投げつけ、下に向かって矢を放った。
§4.48.3οἱ δὲ ἐφυλάσσοντό τε ὡς ἐδύναντο καὶ ἅμα οἱ πολλοὶ σφᾶς αὐτοὺς διέφθειρον, οἰστούς τε οὓς ἀφίεσαν ἐκεῖνοι ἐς τὰς σφαγὰς καθιέντες καὶ ἐκ κλινῶν τινῶν αἳ ἔτυχον αὐτοῖς ἐνοῦσαι τοῖς σπάρτοις καὶ ἐκ τῶν ἱματίων παραιρήματα ποιοῦντες ἀπαγχόμενοι, παντί 〈τε〉 τρόπῳ τὸ πολὺ τῆς νυκτός (ἐπεγένετο γὰρ νὺξ τῷ παθήματι) ἀναλοῦντες σφᾶς αὐτοὺς καὶ βαλλόμενοι ὑπὸ τῶν ἄνω διεφθάρησαν.
中の者たちはできる限り身を防いだが、同時にその多くが自ら命を絶った。 ある者は上から放たれた矢を喉に突き刺し、ある者はたまたまそこにあった寝台の紐や、衣服を引き裂いた紐で首を吊った。 あらゆる方法で、夜の大部分(この惨劇の最中に夜が訪れたからである)にわたり、自ら命を絶ち、また上から投げつけられるものに撃たれながら、彼らは死に絶えた。
§4.48.4καὶ αὐτοὺς οἱ Κερκυραῖοι, ἐπειδὴ ἡμέρα ἐγένετο, φορμηδὸν ἐπὶ ἁμάξας ἐπιβαλόντες ἀπήγαγον ἔξω τῆς πόλεως.
夜が明けると、ケルキュラ人たちは彼らの遺体を荷車の上に互い違いに積み重ねて、市外へと運び去った。
τὰς δὲ γυναῖκας, ὅσαι ἐν τῷ τειχίσματι ἑάλωσαν, ἠνδραποδίσαντο.
また、砦で捕らえられた女たちはすべて奴隷とした。
§4.48.5τοιούτῳ μὲν τρόπῳ οἱ ἐκ τοῦ ὄρους Κερκυραῖοι ὑπὸ τοῦ δήμου διεφθάρησαν, καὶ ἡ στάσις πολλὴ γενομένη ἐτελεύτησεν ἐς τοῦτο, ὅσα γε κατὰ τὸν πόλεμον τόνδε·
このようにして、山から下りてきたケルキュラ人たちは民衆によって殺害され、激しく燃え上がった内乱は、少なくともこの戦争中においては、ここに終結した。
οὐ γὰρ ἔτι ἦν ὑπόλοιπον τῶν ἑτέρων ὅτι καὶ ἀξιόλογον.
なぜなら、対立する党派には、注目に値するほどの者はもはや残っていなかったからである。
§4.48.6οἱ δὲ Ἀθηναῖοι ἐς τὴν Σικελίαν, ἵναπερ τὸ πρῶτον ὥρμηντο, ἀποπλεύσαντες μετὰ τῶν ἐκεῖ ξυμμάχων ἐπολέμουν.
アテナイ人たちは、当初から目指していたシケリアへと出航し、現地の同盟者たちとともに戦争を継続した。