Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.48.1-4.48.6

克基拉被俘者的自杀与被屠以及内乱终结

第 413 段,共 917 段 · 希腊语

内容简介

叙述了被俘的克基拉人惨遭屠杀和集体自杀的悲剧,宣告了这场内乱的终结。随后雅典舰队继续前往西西里。

§4.48.1καὶ ἐς μὲν ἄνδρας ἑξήκοντα ἔλαθον τοὺς ἐν τῷ οἰκήματι τούτῳ τῷ τρόπῳ ἐξαγαγόντες καὶ διαφθείραντες (ᾤοντο γὰρ αὐτοὺς μεταστήσοντάς ποι ἄλλοσε ἄγειν)·
他们以此种方式,瞒过关在房子里的人,带出并杀害了大约六十人(因为关在里面的人以为他们是被带去转移到别处的)。
ὡς δὲ ᾔσθοντο καί τις αὐτοῖς ἐδήλωσε, τούς τε Ἀθηναίους ἐπεκαλοῦντο καὶ ἐκέλευον σφᾶς, εἰ βούλονται, αὐτοὺς διαφθείρειν, ἔκ τε τοῦ οἰκήματος οὐκέτι ἤθελον ἐξιέναι, οὐδ’ ἐσιέναι ἔφασαν κατὰ δύναμιν περιόψεσθαι οὐδένα.
但是,当他们发觉了这一企图,且有人向他们说明了实情时,他们便向雅典人呼救,请求雅典人如果愿意的话就亲自杀死他们,并且他们再也不肯走出这栋房子,还声称只要力所能及,决不容许任何人进来。
§4.48.2οἱ δὲ Κερκυραῖοι κατὰ μὲν τὰς θύρας οὐδ’ αὐτοὶ διενοοῦντο βιάζεσθαι, ἀναβάντες δὲ ἐπὶ τὸ τέγος τοῦ οἰκήματος καὶ διελόντες τὴν ὀροφὴν ἔβαλλον τῷ κεράμῳ καὶ ἐτόξευον κάτω.
克基拉人自己也不打算从门强攻,而是爬上房顶,拆开屋顶,向下投掷瓦片并射箭。
§4.48.3οἱ δὲ ἐφυλάσσοντό τε ὡς ἐδύναντο καὶ ἅμα οἱ πολλοὶ σφᾶς αὐτοὺς διέφθειρον, οἰστούς τε οὓς ἀφίεσαν ἐκεῖνοι ἐς τὰς σφαγὰς καθιέντες καὶ ἐκ κλινῶν τινῶν αἳ ἔτυχον αὐτοῖς ἐνοῦσαι τοῖς σπάρτοις καὶ ἐκ τῶν ἱματίων παραιρήματα ποιοῦντες ἀπαγχόμενοι, παντί 〈τε〉 τρόπῳ τὸ πολὺ τῆς νυκτός (ἐπεγένετο γὰρ νὺξ τῷ παθήματι) ἀναλοῦντες σφᾶς αὐτοὺς καὶ βαλλόμενοι ὑπὸ τῶν ἄνω διεφθάρησαν.
屋里的人尽力防卫,同时大多数人开始自尽,有的把那些人射下来的箭插进自己的喉咙,有的用屋里碰巧有的几张床上的绳索,或是用从衣服上撕下来的布条上吊。 他们用尽各种方法,在黑夜的大部分时间里(因为这场惨剧发生时夜幕降临了)自我了断,并在上方投掷物的打击下全部死去了。
§4.48.4καὶ αὐτοὺς οἱ Κερκυραῖοι, ἐπειδὴ ἡμέρα ἐγένετο, φορμηδὸν ἐπὶ ἁμάξας ἐπιβαλόντες ἀπήγαγον ἔξω τῆς πόλεως.
天亮后,克基拉人将他们的尸体纵横交错地叠放在马车上,拉出城外。
τὰς δὲ γυναῖκας, ὅσαι ἐν τῷ τειχίσματι ἑάλωσαν, ἠνδραποδίσαντο.
至于在堡垒中被捕的妇女,则全部贬为奴隶。
§4.48.5τοιούτῳ μὲν τρόπῳ οἱ ἐκ τοῦ ὄρους Κερκυραῖοι ὑπὸ τοῦ δήμου διεφθάρησαν, καὶ ἡ στάσις πολλὴ γενομένη ἐτελεύτησεν ἐς τοῦτο, ὅσα γε κατὰ τὸν πόλεμον τόνδε· οὐ γὰρ ἔτι ἦν ὑπόλοιπον τῶν ἑτέρων ὅτι καὶ ἀξιόλογον.
就这样,来自山上的克基拉人被平民派彻底消灭了,而这场闹得天翻地覆的内乱,至少在这次战争期间,至此宣告结束;因为敌对的一派中已经没有剩下任何值得一提的力量了。
§4.48.6οἱ δὲ Ἀθηναῖοι ἐς τὴν Σικελίαν, ἵναπερ τὸ πρῶτον ὥρμηντο, ἀποπλεύσαντες μετὰ τῶν ἐκεῖ ξυμμάχων ἐπολέμουν.
随后,雅典人向着他们最初启程的目的地西西里航行而去,与当地的同盟国一起继续作战。

词汇与语法注释

  1. 4.48.1ἔλαθον ... ἐξαγαγόντες — 动词 ἔλαθον(λανθάνω 的不定过去时)与分词 ἐξαγαγόντες 及 διαφθείραντες 结合,构成表示“在不被察觉的情况下做某事”的惯用句型。在此处指他们在屋里的人毫无察觉的情况下带出并杀害了那些人。
  2. 4.48.1οὐδ’ ἐσιέναι ἔφασαν κατὰ δύναμιν περιόψεσθαι οὐδένα — 带有否定意义的陈述动词 οὔ φημι(过去式 ἔφασαν 配合否定词 οὐδ')支配将来时不定式 περιόψεσθαι(源自 περιοράω,“容忍”或“放任”)和现在时不定式 ἐσιέναι(“进入”),表示强烈的拒绝意志:“他们说,只要力所能及,决不放任任何人进入”。
  3. 4.48.3ἐπεγένετο γὰρ νὺξ τῷ παθήματι — 与格 τῷ παθήματι 由复合动词 ἐπεγένετο(ἐπί + γίγνομαι)支配,意为“黑夜降临在惨剧之上”或“在这场惨剧期间夜幕降临”,强调了悲剧发生时的过程与时间的推移。
  4. 4.48.5ὅσα γε κατὰ τὸν πόλεμον τόνδε — 由关系代词 ὅσα 配合限定语气词 γε 构成的限制性表达,意为“至少就这场战争期间发生的事而言”,用以限定陈述的适用范围。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.48.1-4.48.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.48.1-4.48.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。