§4.38.1οἱ δὲ ἀκούσαντες παρῆκαν τὰς ἀσπίδας οἱ πλεῖστοι καὶ τὰς χεῖρας ἀνέσεισαν, δηλοῦντες προσίεσθαι τὰ κεκηρυγμένα.
彼らはこれを聞くと、大部分の者が盾を下ろし、両手を振って、布告された条件を受け入れることを示した。
μετὰ δὲ ταῦτα γενομένης τῆς ἀνοκωχῆς ξυνῆλθον ἐς λόγους ὅ τε Κλέων καὶ ὁ Δημοσθένης καὶ ἐκείνων Στύφων ὁ Φάρακος, τῶν πρότερον ἀρχόντων τοῦ μὲν πρώτου τεθνηκότος Ἐπιτάδου, τοῦ δὲ μετ’ αὐτὸν Ἱππαγρέτου ἐφῃρημένου ἐν τοῖς νεκροῖς ἔτι ζῶντος κειμένου ὡς τεθνεῶτος, αὐτὸς τρίτος ἐφῃρημένος ἄρχειν κατὰ νόμον, εἴ τι ἐκεῖνοι πάσχοιεν.
その後、休戦が成立すると、クレオンとデモステネス、そして彼らの側からはファラクスの子スチュポンが会合を持った。 前の指揮官たちのうち、最初の指揮官エピタダスはすでに戦死しており、彼の次に選ばれていたヒッパグレタスは、死体の中にまだ生きたまま死んだようになって横たわっていたため、彼ら(前者二人)に何かあった場合に法律に従って指揮をとるべく、スチュポン自身が三人目の指揮官に選ばれていたのである。
§4.38.2ἔλεγε δὲ ὁ Στύφων καὶ οἱ μετ’ αὐτοῦ ὅτι βούλονται διακηρυκεύσασθαι πρὸς τοὺς ἐν τῇ ἠπείρῳ Λακεδαιμονίους ὅτι χρὴ σφᾶς ποιεῖν.
スチュポンと彼の部下たちは、本土のラケダイモン人たちに、自分たちが何をすべきかを伝令を通じて問い合わせたいと述べた。
§4.38.3καὶ ἐκείνων μὲν οὐδένα ἀφέντων, αὐτῶν δὲ τῶν Ἀθηναίων καλούντων ἐκ τῆς ἠπείρου κήρυκας καὶ γενομένων ἐπερωτήσεων δὶς ἢ τρίς, ὁ τελευταῖος διαπλεύσας αὐτοῖς ἀπὸ τῶν ἐκ τῆς ἠπείρου Λακεδαιμονίων ἀνὴρ ἀπήγγειλεν ὅτι [οἱ] ‘Λακεδαιμόνιοι κελεύουσιν ὑμᾶς αὐτοὺς περὶ ὑμῶν αὐτῶν βουλεύεσθαι μηδὲν αἰσχρὸν ποιοῦντασ’·
アテナイ側は彼らの誰も行くことを許さなかったが、アテナイ人自身が本土から伝令を呼び、二、三度問い合わせが行われた後、本土のラケダイモン人から最後に渡ってきた使者が、彼らに次のように告げた。 「ラケダイモン人は、お前たちが不名誉なことをしない限り、お前たち自身について自身で決定することを命ずる」。
οἱ δὲ καθ’ ἑαυτοὺς βουλευσάμενοι τὰ ὅπλα παρέδοσαν καὶ σφᾶς αὐτούς.
そこで彼らは自分たちで協議した末、武器と自分たち自身を明け渡した。
§4.38.4καὶ ταύτην μὲν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ἐν φυλακῇ εἶχον αὐτοὺς οἱ Ἀθηναῖοι·
そして、その日と翌夜、アテナイ人は彼らを監視下に置いた。
τῇ δ’ ὑστεραίᾳ οἱ μὲν Ἀθηναῖοι τροπαῖον στήσαντες ἐν τῇ νήσῳ τἆλλα διεσκευάζοντο ὡς ἐς πλοῦν, καὶ τοὺς ἄνδρας τοῖς τριηράρχοις διεδίδοσαν ἐς φυλακήν, οἱ δὲ Λακεδαιμόνιοι κήρυκα πέμψαντες τοὺς νεκροὺς διεκομίσαντο.
翌日、アテナイ人は島に戦勝記念碑を建て、出航のための他の準備をし、捕虜たちを監視のために三段櫂船の指揮官たちに分配した。 一方、ラケダイモン人は伝令を送って死体を引き取った。
§4.38.5ἀπέθανον δ’ ἐν τῇ νήσῳ καὶ ζῶντες ἐλήφθησαν τοσοίδε·
島で戦死した者、および生きて捕らえられた者の数は以下の通りであった。
εἴκοσι μὲν ὁπλῖται διέβησαν καὶ τετρακόσιοι οἱ πάντες· τούτων ζῶντες ἐκομίσθησαν ὀκτὼ ἀποδέοντες τριακόσιοι, οἱ δὲ ἄλλοι ἀπέθανον.
全部で四百二十人の重装歩兵が島に渡ったが、このうち二百九十二人が生きて連行され、残りの者は戦死した。
καὶ Σπαρτιᾶται τούτων ἦσαν τῶν ζώντων περὶ εἴκοσι καὶ ἑκατόν.
そして、これらの生存者のうち、スパルタ人は約百二十人であった。
Ἀθηναίων δὲ οὐ πολλοὶ διεφθάρησαν·
アテナイ側の戦死者は多くはなかった。
ἡ γὰρ μάχη οὐ σταδαία ἦν.
戦闘は正面から対峙する白兵戦ではなかったからである。