Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.38.1-4.38.5

斯法克特里亚岛上斯巴达人的投降

第 403 段,共 917 段 · 希腊语

内容简介

斯巴达人在收到大陆拉栖代梦人允许其自决的许可后投降并缴械。雅典人看守俘虏并准备起航,而拉栖代梦人则收回了死者遗体。

§4.38.1οἱ δὲ ἀκούσαντες παρῆκαν τὰς ἀσπίδας οἱ πλεῖστοι καὶ τὰς χεῖρας ἀνέσεισαν, δηλοῦντες προσίεσθαι τὰ κεκηρυγμένα.
他们听后,大多数人都放下了盾牌,挥舞着双手,表示接受宣告的条件。
μετὰ δὲ ταῦτα γενομένης τῆς ἀνοκωχῆς ξυνῆλθον ἐς λόγους ὅ τε Κλέων καὶ ὁ Δημοσθένης καὶ ἐκείνων Στύφων ὁ Φάρακος, τῶν πρότερον ἀρχόντων τοῦ μὲν πρώτου τεθνηκότος Ἐπιτάδου, τοῦ δὲ μετ’ αὐτὸν Ἱππαγρέτου ἐφῃρημένου ἐν τοῖς νεκροῖς ἔτι ζῶντος κειμένου ὡς τεθνεῶτος, αὐτὸς τρίτος ἐφῃρημένος ἄρχειν κατὰ νόμον, εἴ τι ἐκεῖνοι πάσχοιεν.
此后,停战协定达成,克里昂、德摩斯梯尼以及对方的法拉克斯之子斯堤丰进行了会谈。 在先前的指挥官中,第一任指挥官埃皮塔达斯已经战死,继他之后当选的希帕格雷塔斯虽然还活着,却像死人一样躺在尸体堆里,因此,按照法律,如果前两人发生不测,斯堤丰本人被选为第三任指挥官来接管指挥。
§4.38.2ἔλεγε δὲ ὁ Στύφων καὶ οἱ μετ’ αὐτοῦ ὅτι βούλονται διακηρυκεύσασθαι πρὸς τοὺς ἐν τῇ ἠπείρῳ Λακεδαιμονίους ὅτι χρὴ σφᾶς ποιεῖν.
斯堤丰和与他在一起的人表示,他们希望向大陆上的拉栖代梦人派去使者,询问他们应当如何行事。
§4.38.3καὶ ἐκείνων μὲν οὐδένα ἀφέντων, αὐτῶν δὲ τῶν Ἀθηναίων καλούντων ἐκ τῆς ἠπείρου κήρυκας καὶ γενομένων ἐπερωτήσεων δὶς ἢ τρίς, ὁ τελευταῖος διαπλεύσας αὐτοῖς ἀπὸ τῶν ἐκ τῆς ἠπείρου Λακεδαιμονίων ἀνὴρ ἀπήγγειλεν ὅτι [οἱ] ‘Λακεδαιμόνιοι κελεύουσιν ὑμᾶς αὐτοὺς περὶ ὑμῶν αὐτῶν βουλεύεσθαι μηδὲν αἰσχρὸν ποιοῦντασ’·
虽然雅典人不准许他们中的任何人前去,但雅典人自己从大陆召来了传令官,在反复询问两三次之后,最后一位从大陆的拉栖代梦人那里渡海过来的使者向他们传达道:“拉栖代梦人命令你们自己决定自己的事情,只要不做出任何可耻的行为。
οἱ δὲ καθ’ ἑαυτοὺς βουλευσάμενοι τὰ ὅπλα παρέδοσαν καὶ σφᾶς αὐτούς.
”于是,他们经过独自商议,交出了武器和他们自己。
§4.38.4καὶ ταύτην μὲν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ἐν φυλακῇ εἶχον αὐτοὺς οἱ Ἀθηναῖοι·
在当天和次日夜里,雅典人将他们看守起来。
τῇ δ’ ὑστεραίᾳ οἱ μὲν Ἀθηναῖοι τροπαῖον στήσαντες ἐν τῇ νήσῳ τἆλλα διεσκευάζοντο ὡς ἐς πλοῦν, καὶ τοὺς ἄνδρας τοῖς τριηράρχοις διεδίδοσαν ἐς φυλακήν, οἱ δὲ Λακεδαιμόνιοι κήρυκα πέμψαντες τοὺς νεκροὺς διεκομίσαντο.
第二天,雅典人在岛上树立了战胜纪念碑,并做好了其他起航的准备,将俘虏分配给各三列桨战船船长看守;而拉栖代梦人则派来传令官运走了死者的尸体。
§4.38.5ἀπέθανον δ’ ἐν τῇ νήσῳ καὶ ζῶντες ἐλήφθησαν τοσοίδε· εἴκοσι μὲν ὁπλῖται διέβησαν καὶ τετρακόσιοι οἱ πάντες· τούτων ζῶντες ἐκομίσθησαν ὀκτὼ ἀποδέοντες τριακόσιοι, οἱ δὲ ἄλλοι ἀπέθανον.
在岛上战死及生还被俘的人数如下:总共有四百二十名重装步兵渡海到岛上;其中二百九十二人生还被带走,其余的人都战死了。
καὶ Σπαρτιᾶται τούτων ἦσαν τῶν ζώντων περὶ εἴκοσι καὶ ἑκατόν.
而在这些幸存者中,斯巴达本土公民大约有一百二十人。
Ἀθηναίων δὲ οὐ πολλοὶ διεφθάρησαν· ἡ γὰρ μάχη οὐ σταδαία ἦν.
雅典人战死的不多,因为这场战斗并非正面交锋的阵地战。

词汇与语法注释

  1. §4.38.1τῶν πρότερον ἀρχόντων ... εἴ τι ἐκεῖνοι πάσχοιεν — 解释斯堤丰继承指挥权的复杂句子。前半部分采用属格绝对结构(τῶν πρότερον ἀρχόντων τοῦ μὲν πρώτου τεθνηκότος Ἐπιτάδου...),后半部分则过渡到修饰主语斯堤丰的主格分词 αὐτὸς... ἐφῃρημένος,形成了句法不一致(破格)。从句 εἴ τι ἐκεῖνοι πάσχοιεν.(如果他们遭遇了什么)是对前任指挥官死亡或丧失行动能力的委婉说法。
  2. §4.38.2ὅτι χρὴ σφᾶς ποιεῖν — σφᾶς 是间接反身代词,指代主句的主语(斯堤丰及其部下)。它作为无人称动词 χρή 的逻辑主语(宾格),表示“他们应当做什么”。
  3. §4.38.3μηδὲν αἰσχρὸν ποιοῦντας — 现在分词 ποιοῦντας 与 ὑμᾶς(βουλεύεσθαι 的宾格主语)一致,起条件或限制作用,表示“在不做出任何可耻行为的情况下”(即只要不做出可耻的行为)。
  4. §4.38.5ὀκτὼ ἀποδέοντες τριακόσιοι — 希腊语中用减法表示数量的方式:“三百个少八个”,即指292。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.38.1-4.38.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.38.1-4.38.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。