§4.23.1ἀφικομένων δὲ αὐτῶν διελέλυντο εὐθὺς αἱ σπονδαὶ αἱ περὶ Πύλον, καὶ τὰς ναῦς οἱ Λακεδαιμόνιοι ἀπῄτουν, καθάπερ ξυνέκειτο·
彼らが到着すると、ピュロスに関する休戦協定は直ちに失効し、ラケダイモン人は合意されていた通りに船の返還を要求した。
οἱ δ’ Ἀθηναῖοι ἐγκλήματα ἔχοντες ἐπιδρομήν τε τῷ τειχίσματι παράσπονδον καὶ ἄλλα οὐκ ἀξιόλογα δοκοῦντα εἶναι οὐκ ἀπεδίδοσαν, ἰσχυριζόμενοι ὅτι δὴ εἴρητο, ἐὰν καὶ ὁτιοῦν παραβαθῇ, λελύσθαι τὰς σπονδάς.
しかしアテナイ人は、砦への協定違反の襲撃や、その他大したことではないと思われる事柄を不満として、それらを返還しなかった。 彼らは、いかなる微細な点であれ違反があれば休戦は失効すると明記されていた、と主張したのである。
οἱ δὲ Λακεδαιμόνιοι ἀντέλεγόν τε καὶ ἀδίκημα ἐπικαλέσαντες τὸ τῶν νεῶν ἀπελθόντες ἐς πόλεμον καθίσταντο.
ラケダイモン人はこれに抗議し、船の不返還を不正行為であると非難して立ち去り、戦闘状態に入った。
§4.23.2καὶ τὰ περὶ Πύλον ὑπ’ ἀμφοτέρων κατὰ κράτος ἐπολεμεῖτο, Ἀθηναῖοι μὲν δυοῖν νεοῖν ἐναντίαιν αἰεὶ τὴν νῆσον περιπλέοντες τῆς ἡμέρας (τῆς δὲ νυκτὸς καὶ ἅπασαι περιώρμουν, πλὴν τὰ πρὸς τὸ πέλαγος, ὁπότε ἄνεμος εἴη·
こうしてピュロスをめぐる戦闘は、両者によって総力をもって戦われた。 アテナイ人は、昼間は常に二隻の船が互いに逆方向に島を巡回し(夜間は、風が強い時を除き、外海に面した側を除いてすべての船が島の周囲に停泊して警戒にあたった。
καὶ ἐκ τῶν Ἀθηνῶν αὐτοῖς εἴκοσι νῆες ἀφίκοντο ἐς τὴν φυλακήν, ὥστε αἱ πᾶσαι ἑβδομήκοντα ἐγένοντο), Πελοποννήσιοι δὲ ἔν τε τῇ ἠπείρῳ στρατοπεδευόμενοι καὶ προσβολὰς ποιούμενοι τῷ τείχει, σκοποῦντες καιρὸν εἴ τις παραπέσοι ὥστε τοὺς ἄνδρας σῶσαι.
また、アテナイから彼らのもとに警戒のために二十隻の船が到着したため、全船で七十隻となった)、一方ペロポネソス人は、本土に陣を敷いて砦に攻撃を加え、男たちを救出する何らかの好機が訪れないかと窺っていた。