Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.23.1-4.23.2

皮洛斯停战协议破裂与战斗重开

第 388 段,共 917 段 · 希腊语

内容简介

使节返回后,雅典人指责对方违反协定并拒绝归还船只,导致皮洛斯的休战协议破裂,双方重新爆发战斗。雅典人从海上包围该岛,而伯罗奔尼撒人则从大陆进攻堡垒。

§4.23.1ἀφικομένων δὲ αὐτῶν διελέλυντο εὐθὺς αἱ σπονδαὶ αἱ περὶ Πύλον, καὶ τὰς ναῦς οἱ Λακεδαιμόνιοι ἀπῄτουν, καθάπερ ξυνέκειτο·
当他们到达时,关于皮洛斯的休战协定立即废止,拉刻代蒙人按照先前的协定要求归还他们的船只。
οἱ δ’ Ἀθηναῖοι ἐγκλήματα ἔχοντες ἐπιδρομήν τε τῷ τειχίσματι παράσπονδον καὶ ἄλλα οὐκ ἀξιόλογα δοκοῦντα εἶναι οὐκ ἀπεδίδοσαν, ἰσχυριζόμενοι ὅτι δὴ εἴρητο, ἐὰν καὶ ὁτιοῦν παραβαθῇ, λελύσθαι τὰς σπονδάς.
但是雅典人以对方违反协定袭击堡垒以及其他看似微不足道的事情为借口,拒绝归还,并声称协定中已明确规定,如果发生任何哪怕是微小的违约行为,休战协定即告失效。
οἱ δὲ Λακεδαιμόνιοι ἀντέλεγόν τε καὶ ἀδίκημα ἐπικαλέσαντες τὸ τῶν νεῶν ἀπελθόντες ἐς πόλεμον καθίσταντο.
拉刻代蒙人对此提出抗议,谴责扣留船只的行为是无耻的不义行径,随后离去并投入了战争。
§4.23.2καὶ τὰ περὶ Πύλον ὑπ’ ἀμφοτέρων κατὰ κράτος ἐπολεμεῖτο, Ἀθηναῖοι μὲν δυοῖν νεοῖν ἐναντίαιν αἰεὶ τὴν νῆσον περιπλέοντες τῆς ἡμέρας (τῆς δὲ νυκτὸς καὶ ἅπασαι περιώρμουν, πλὴν τὰ πρὸς τὸ πέλαγος, ὁπότε ἄνεμος εἴη· καὶ ἐκ τῶν Ἀθηνῶν αὐτοῖς εἴκοσι νῆες ἀφίκοντο ἐς τὴν φυλακήν, ὥστε αἱ πᾶσαι ἑβδομήκοντα ἐγένοντο), Πελοποννήσιοι δὲ ἔν τε τῇ ἠπείρῳ στρατοπεδευόμενοι καὶ προσβολὰς ποιούμενοι τῷ τείχει, σκοποῦντες καιρὸν εἴ τις παραπέσοι ὥστε τοὺς ἄνδρας σῶσαι.
于是双方在皮洛斯周围展开了全力以赴的战斗:雅典人方面,白天始终有两艘船朝相反方向绕岛巡逻(而到了夜间,除了在有风时面向外海的一侧外,所有的船只都在岛屿周围停泊警戒;此外,又有二十艘船从雅典驶来协助防守,使船只总数达到七十艘),而伯罗奔尼撒人则在大陆上驻扎并向堡垒发起进攻,寻找任何可能出现的契机以营救他们的人。

词汇与语法注释

  1. §4.23.1ἐπιδρομήν — 宾格名词,与分词 ἔχοντες 的直接宾语 ἐγκλήματα(不满、指控)处于同格关系。用以具体说明指控的内容(“指控,即对堡垒的袭击”)。
  2. §4.23.1εἴρητο — 动词 λέγω 的被动语态过去完成时无人称用法,意为“规定”、“明文写着”。其后的带宾格的不定式短语 λελύσθαι τὰς σπονδάς(休战协定失效)作为其实质上的主语或补充说明。
  3. §4.23.2δυοῖν νεοῖν ἐναντίαις — 双数与格(源于阴性名词 ναῦς、形容词 ἐναντίος 和数词 δύο)。在此作工具或方式状语与格,意为“用两艘朝相反方向行驶的船”。
  4. §4.23.2ὁπότε ἄνεμος εἴη — 连词 ὁπότε 搭配祈愿语气 εἴη(εἰμί 的现在祈愿语气第三人称单数),表示过去时间里的某种重复性条件(“每当有风时”)。这与主句未完成过去时(περιώρμουν)所暗示的过去持续/重复动作相呼应。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.23.1-4.23.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.23.1-4.23.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。