§4.21.1οἱ μὲν οὖν Λακεδαιμόνιοι τοσαῦτα εἶπον, νομίζοντες τοὺς Ἀθηναίους ἐν τῷ πρὶν χρόνῳ σπονδῶν μὲν ἐπιθυμεῖν, σφῶν δὲ ἐναντιουμένων κωλύεσθαι, διδομένης δὲ εἰρήνης ἀσμένους δέξεσθαί τε καὶ τοὺς ἄνδρας ἀποδώσειν. §4.21.2οἱ δὲ τὰς μὲν σπονδάς, ἔχοντες τοὺς ἄνδρας ἐν τῇ νήσῳ, ἤδη σφίσιν ἐνόμιζον ἑτοίμους εἶναι, ὁπόταν βούλωνται ποιεῖσθαι πρὸς αὐτούς, τοῦ δὲ πλέονος ὠρέγοντο. §4.21.3μάλιστα δὲ αὐτοὺς ἐνῆγε Κλέων ὁ Κλεαινέτου, ἀνὴρ δημαγωγὸς κατ’ ἐκεῖνον τὸν χρόνον ὢν καὶ τῷ πλήθει πιθανώτατος· καὶ ἔπεισεν ἀποκρίνασθαι ὡς χρὴ τὰ μὲν ὅπλα καὶ σφᾶς αὐτοὺς τοὺς ἐν τῇ νήσῳ παραδόντας πρῶτον κομισθῆναι Ἀθήναζε, ἐλθόντων δὲ ἀποδόντας Λακεδαιμονίους Νίσαιαν καὶ Πηγὰς καὶ Τροιζῆνα καὶ Ἀχαΐαν, ἃ οὐ πολέμῳ ἔλαβον, ἀλλ’ ἀπὸ τῆς προτέρας ξυμβάσεως Ἀθηναίων ξυγχωρησάντων κατὰ ξυμφορὰς καὶ ἐν τῷ τότε δεομένων τι μᾶλλον σπονδῶν, κομίσασθαι τοὺς ἄνδρας καὶ σπονδὰς ποιήσασθαι ὁπόσον ἂν δοκῇ χρόνον ἀμφοτέροις.
ラケダイモーン人たちはこのように語った。彼らは、アテーナイ人が以前には休戦を望んでいたものの、自分たちが反対したために阻まれていたのであり、今や平和が提供されれば、喜んでそれを受け入れ、人々を返還してくれるだろうと考えたからである。しかしアテーナイ人は、あの島に人々を確保している以上、自分たちが望むときにはいつでも彼らとの休戦はすでに手に入ったものと考え、さらに多くのものを切望した。彼らを最も強く駆り立てたのは、当時民衆の指導者であり、大衆に対して最も説得力を持っていた、クレアイネトスの子クレオーンであった。そして彼は、次のように回答すべきだと彼らを説得した。すなわち、まず島にいる者たちが武器と自分自身を明け渡してアテーナイに連行されるべきであり、彼らが到着した後に、ラケダイモーン人がニサイア、ペーガイ、トロイゼーン、アカイアを返還し(これらは彼らが戦争によって獲得したものではなく、以前の条約に基づき、アテーナイ人が災難に見舞われて当時より強く休戦を必要としていたときに譲歩したものであったが)、その上で自分たちの人々を引き取り、双方が適当と認める期間の休戦を結ぶべきである、と。