§4.119.1‘ταῦτα ξυνέθεντο Λακεδαιμόνιοι [καὶ ὤμοσαν] καὶ οἱ ξύμμαχοι Ἀθηναίοις καὶ τοῖς ξυμμάχοις μηνὸς ἐν Λακεδαίμονι Γεραστίου δωδεκάτῃ.
‘これらのことを、ラケダイモン人とその同盟国は、ラケダイモンにおいてゲラスティオス月の12日に、アテナイ人とその同盟国との間で合意した[かつ誓約した]。
§4.119.2ξυνετίθεντο δὲ καὶ ἐσπένδοντο Λακεδαιμονίων μὲν οἵδε·
合意し、献酒(誓約)を行ったのは、ラケダイモン人からは以下の者たちである。
Ταῦρος Ἐχετιμίδα, Ἀθήναιος Περικλείδα, Φιλοχαρίδας Ἐρυξιλαΐδα·
エケティミダスの子タウロス、ペリクレイダスの子アテナイオス、エリュクシライダスの子ピロカリダス。
Κορινθίων δὲ Αἰνέας Ὠκύτου, Εὐφαμίδας Ἀριστωνύμου·
コリントス人からは、オキュトスの子アイネアス、アリストニュモスの子エウパミダス。
Σικυωνίων δὲ Δαμότιμος Ναυκράτους, Ὀνάσιμος Μεγακλέους·
シキュオン人からは、ナウクラテスの子ダモティモス、メガクレスの子オナシモス。
Μεγαρέων δὲ Νίκασος Κεκάλου, Μενεκράτης Ἀμφιδώρου·
メガラ人からは、ケカロスの子ニカソス、アンピドロスの子メネクラテス。
Ἐπιδαυρίων δὲ Ἀμφίας Εὐπαιΐδα·
エピダウロス人からは、エウパイイダスの子アンピアス。
Ἀθηναίων δὲ οἱ στρατηγοὶ Νικόστρατος Διειτρέφους, Νικίας Νικηράτου, Αὐτοκλῆς Τολμαίου’.
アテナイ人からは、将軍たちであるディイトレペスの子ニコストラトス、ニケラトスの子ニキアス、トルマイオスの子アウトクレス。
§4.119.3ἡ μὲν δὴ ἐκεχειρία αὕτη ἐγένετο, καὶ ξυνῇσαν ἐν αὐτῇ περὶ τῶν μειζόνων σπονδῶν διὰ παντὸς ἐς λόγους.
’ こうしてこの休戦が成立し、その期間中、彼らはより本格的な条約をめぐって終始話し合いの場を持った。