§4.115.1καὶ ὁ μὲν τοιαῦτα εἰπὼν καὶ παραθαρσύνας διελθουσῶν τῶν σπονδῶν τὰς προσβολὰς ἐποιεῖτο τῇ Ληκύθῳ·
こうして彼はそのようなことを語って彼らを励まし、休戦期間が過ぎると、レキュトスへの攻撃を開始した。
οἱ δὲ Ἀθηναῖοι ἠμύνοντό τε ἐκ φαύλου τειχίσματος καὶ ἀπ’ οἰκιῶν ἐπάλξεις ἐχουσῶν,
一方、アテナイ人たちは、粗末な防壁や、胸壁のある家々から防戦した。
§4.115.2καὶ μίαν μὲν ἡμέραν ἀπεκρούσαντο·
そして一日は敵を退けた。
τῇ δ’ ὑστεραίᾳ μηχανῆς μελλούσης προσάξεσθαι αὐτοῖς ἀπὸ τῶν ἐναντίων, ἀφ’ ἧς πῦρ ἐνήσειν διενοοῦντο ἐς τὰ ξύλινα παραφράγματα, καὶ προσιόντος ἤδη τοῦ στρατεύματος, ᾗ ᾤοντο μάλιστα αὐτοὺς προσκομιεῖν τὴν μηχανὴν καὶ ἦν ἐπιμαχώτατον, πύργον ξύλινον ἐπ’ οἴκημα ἀντέστησαν, καὶ ὕδατος ἀμφορέας πολλοὺς καὶ πίθους ἀνεφόρησαν καὶ λίθους μεγάλους, ἄνθρωποί τε πολλοὶ ἀνέβησαν.
しかし翌日、敵が彼らに向かって攻城兵器を近づけようとし、そこから木製の胸壁に火を放とうと企てていたため、また軍勢がすでに接近しつつあったので、敵が最もそこへ兵器を運んでくるだろうと考えられ、また最も攻めやすくなっていた場所に、アテナイ人は建物の上に木製の塔を建てて対抗し、水を入れた多くのフラスコや大甕、そして大きな石を運び上げ、多くの人々もそこに登った。
§4.115.3τὸ δὲ οἴκημα λαβὸν μεῖζον ἄχθος ἐξαπίνης κατερράγη καὶ ψόφου πολλοῦ γενομένου τοὺς μὲν ἐγγὺς καὶ ὁρῶντας τῶν Ἀθηναίων ἐλύπησε μᾶλλον ἢ ἐφόβησεν, οἱ δὲ ἄπωθεν, καὶ μάλιστα οἱ διὰ πλείστου, νομίσαντες ταύτῃ ἑαλωκέναι ἤδη τὸ χωρίον, φυγῇ ἐς τὴν θάλασσαν καὶ τὰς ναῦς ὥρμησαν.
しかし、その建物は過度の重量を支えきれずに突然崩壊した。 大きな音が鳴り響き、近くにいてこれを目撃したアテナイ人たちを恐れさせるというよりはむしろ失望させたが、遠くにいた者たち、とりわけ最も離れた場所にいた者たちは、すでにその場所で陣地が突破されたと思い込み、海と船を目指して一目散に逃げ出した。