Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.115.1-4.115.3

巴西达斯进攻莱基索斯与木塔坍塌

第 480 段,共 917 段 · 希腊语

内容简介

休战期满后,巴西达斯开始进攻莱基索斯。雅典人试图在建筑物上建造木塔进行防御,但木塔因超重而倒塌,导致远处误以为阵地失守的士兵惊慌逃往船只。

§4.115.1καὶ ὁ μὲν τοιαῦτα εἰπὼν καὶ παραθαρσύνας διελθουσῶν τῶν σπονδῶν τὰς προσβολὰς ἐποιεῖτο τῇ Ληκύθῳ· οἱ δὲ Ἀθηναῖοι ἠμύνοντό τε ἐκ φαύλου τειχίσματος καὶ ἀπ’ οἰκιῶν ἐπάλξεις ἐχουσῶν, §4.115.2καὶ μίαν μὲν ἡμέραν ἀπεκρούσαντο· τῇ δ’ ὑστεραίᾳ μηχανῆς μελλούσης προσάξεσθαι αὐτοῖς ἀπὸ τῶν ἐναντίων, ἀφ’ ἧς πῦρ ἐνήσειν διενοοῦντο ἐς τὰ ξύλινα παραφράγματα, καὶ προσιόντος ἤδη τοῦ στρατεύματος, ᾗ ᾤοντο μάλιστα αὐτοὺς προσκομιεῖν τὴν μηχανὴν καὶ ἦν ἐπιμαχώτατον, πύργον ξύλινον ἐπ’ οἴκημα ἀντέστησαν, καὶ ὕδατος ἀμφορέας πολλοὺς καὶ πίθους ἀνεφόρησαν καὶ λίθους μεγάλους, ἄνθρωποί τε πολλοὶ ἀνέβησαν.
巴西达斯说完了这些话并鼓励了他们,在休战期满后,便对莱基索斯发动了进攻;而雅典人则依靠简陋的围墙和带有雉堞的房屋进行防守,并且击退了敌人一天;但在第二天,当敌人准备向他们运来一台攻城器械,并打算用它向木制护墙投火时,且敌军已经迫近,在他们认为敌人最可能运来器械、且最易受攻击的地方,雅典人便在一座房屋上建起了一座木塔以资对抗,并运上了许多装满水的水罐、大坛子和巨石,许多人也登了上去。
§4.115.3τὸ δὲ οἴκημα λαβὸν μεῖζον ἄχθος ἐξαπίνης κατερράγη καὶ ψόφου πολλοῦ γενομένου τοὺς μὲν ἐγγὺς καὶ ὁρῶντας τῶν Ἀθηναίων ἐλύπησε μᾶλλον ἢ ἐφόβησεν, οἱ δὲ ἄπωθεν, καὶ μάλιστα οἱ διὰ πλείστου, νομίσαντες ταύτῃ ἑαλωκέναι ἤδη τὸ χωρίον, φυγῇ ἐς τὴν θάλασσαν καὶ τὰς ναῦς ὥρμησαν.
然而,该房屋由于承受了过重的重量,突然塌毁,并发出了巨大的响声,这让靠近且亲眼目睹这一幕的雅典人感到沮丧,而非恐惧;但那些离得远的人,尤其是离得最远的人,以为该处已被攻破,便纷纷向大海和船只逃去。

词汇与语法注释

  1. 4.115.2μηχανῆς μελλούσης — 独立分词结构(属格绝对格)。表示施事者或方向的介词短语 ἀπὸ τῶν ἐναντίων 修饰不定式 προσάξεσθαι。
  2. 4.115.2 — 关系副词。省略了表示地点的先行词指示副词 ἐκείνῃ(或名词短语),构成一个表示“在……地方”的副词性从句。
  3. 4.115.2αὐτοὺς — “对格加不定式”结构中不定式 προσκομιεῖν 的逻辑主语。由于它指的是不同于主句主语(雅典人)的对手(敌人),因此明确以对格形式给出。
  4. 4.115.3μεῖζον — 中性单数宾格的比较级。它并非与特定对象作比较,而是作为绝对比较级(意为“过度的”、“过重的”)来表示重量超出了承受限度。
  5. 4.115.3ταύτῃ — 指示代名词 οὗτος 的阴性单数与格(用作副词)。可以解释为“在这一地点(阵地被攻破)”或“以这种方式”,但在上下文语境中,它指代木塔倒塌的具体位置。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.115.1-4.115.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.115.1-4.115.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。