§4.113.1τῶν δὲ Τορωναίων γιγνομένης τῆς ἁλώσεως τὸ μὲν πολὺ οὐδὲν εἰδὸς ἐθορυβεῖτο, οἱ δὲ πράσσοντες καὶ οἷς ταῦτα ἤρεσκε μετὰ τῶν ἐσελθόντων εὐθὺς ἦσαν.
占領が行われている間、トロネ人の大部分は何も知らないまま混乱に陥っていたが、内通を画策していた者たちや、この企てに賛同していた者たちは、すぐに侵入者たちと合流した。
§4.113.2οἱ δὲ Ἀθηναῖοι (ἔτυχον γὰρ ἐν τῇ ἀγορᾷ ὁπλῖται καθεύδοντες ὡς πεντήκοντα) ἐπειδὴ ᾔσθοντο, οἱ μέν τινες ὀλίγοι διαφθείρονται ἐν χερσὶν αὐτῶν, τῶν δὲ λοιπῶν οἱ μὲν πεζῇ, οἱ δὲ ἐς τὰς ναῦς, αἳ ἐφρούρουν δύο, καταφυγόντες διασῴζονται ἐς τὴν Λήκυθον τὸ φρούριον, ὃ εἶχον αὐτοὶ καταλαβόντες, ἄκρον τῆς πόλεως ἐς τὴν θάλασσαν ἀπειλημμένον ἐν στενῷ ἰσθμῷ.
一方、アテナイ人たちは(というのも、たまたま約五十人の重装歩兵が広場で眠っていたのであるが)、事態に気づくと、彼らのうちの少数の者は敵の手にかかって殺され、残りの者は、ある者は陸路で、ある者は警備にあたっていた二隻の船に逃げ込んで、レキュトスという砦に逃げ延びた。 この砦は彼ら自身が占領して保持していたもので、狭い地峡によって海に突き出た、都市の端にある岬であった。
§4.113.3κατέφυγον δὲ καὶ τῶν Τορωναίων ἐς αὐτοὺς ὅσοι ἦσαν σφίσιν ἐπιτήδειοι.
また、トロネ人の中でもアテナイ人に親しい者たちは皆、彼らのもとへ逃げ込んだ。