Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.113.1-4.113.3

雅典守军遇袭与撤往莱基索斯要塞

第 478 段,共 917 段 · 希腊语

内容简介

在托罗奈城被占领期间,内联者立即与斯巴达军队会合。在广场上睡觉的雅典守备队遭到突袭,部分人战死,其余人逃往莱基索斯要塞。

§4.113.1τῶν δὲ Τορωναίων γιγνομένης τῆς ἁλώσεως τὸ μὲν πολὺ οὐδὲν εἰδὸς ἐθορυβεῖτο, οἱ δὲ πράσσοντες καὶ οἷς ταῦτα ἤρεσκε μετὰ τῶν ἐσελθόντων εὐθὺς ἦσαν.
在攻陷城池的过程中,托罗奈人的大多数因一无所知而陷入混乱,但那些暗中策划者以及赞同此事的人,则立即与冲入城内的人合流。
§4.113.2οἱ δὲ Ἀθηναῖοι (ἔτυχον γὰρ ἐν τῇ ἀγορᾷ ὁπλῖται καθεύδοντες ὡς πεντήκοντα) ἐπειδὴ ᾔσθοντο, οἱ μέν τινες ὀλίγοι διαφθείρονται ἐν χερσὶν αὐτῶν, τῶν δὲ λοιπῶν οἱ μὲν πεζῇ, οἱ δὲ ἐς τὰς ναῦς, αἳ ἐφρούρουν δύο, καταφυγόντες διασῴζονται ἐς τὴν Λήκυθον τὸ φρούριον, ὃ εἶχον αὐτοὶ καταλαβόντες, ἄκρον τῆς πόλεως ἐς τὴν θάλασσαν ἀπειλημμένον ἐν στενῷ ἰσθμῷ.
至于雅典人(因为当时碰巧有大约五十名重装步兵在广场上睡觉),当他们察觉到情况时,其中少数人在近战中被杀,而其余的人,有的走陆路,有的逃往当时正在执勤的两艘船只,安全逃到了莱基索斯要塞;这是他们自己占领并保有的地方,是城市尽头的一处岬角,在狭窄的地峡上突入海中。
§4.113.3κατέφυγον δὲ καὶ τῶν Τορωναίων ἐς αὐτοὺς ὅσοι ἦσαν σφίσιν ἐπιτήδειοι.
而在托罗奈人当中,凡是与雅典人友好的人,也都逃到他们那里避难。

词汇与语法注释

  1. §4.113.1τῶν δὲ Τορωναίων — 部分属格,表示后文主语 τὸ μὲν πολὺ(大多数)所属的全体范围。
  2. §4.113.1οὐδὲν εἰδὸς — οὐδέν 是副词性宾格(“毫无”)。现在完成时主动分词 εἰδός 是中性单数主格,在语法上与作为集合名词的中性词组 τὸ μὲν πολὺ 保持一致。
  3. §4.113.2ἔτυχον ... καθεύδοντες — 动词 τυγχάνω 与分词结合的惯用句式,意为“碰巧正在睡觉”。
  4. §4.113.2ἐν χερσὶν αὐτῶν — 直译为“在他们的手中”,是一句指近战或白兵战中肉搏的惯用语。
  5. §4.113.2ὃ εἶχον αὐτοὶ καταλαβόντες — 使用 ἔχω 加上不定过去时分词的迂言表达法,不仅强调过去占领的动作,还强调其后持续保有该状态。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.113.1-4.113.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.113.1-4.113.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。