§4.110.1ὡς δ’ οὐκ ἐσήκουον, εὐθὺς στρατεύει ἐπὶ Τορώνην τὴν Χαλκιδικήν, κατεχομένην ὑπὸ Ἀθηναίων·
彼らが従わなかったので、ブラシダスは直ちに、アテナイ人によって占領されていたカルキディケのトロネへと遠征した。
καὶ αὐτὸν ἄνδρες ὀλίγοι ἐπήγοντο, ἑτοῖμοι ὄντες τὴν πόλιν παραδοῦναι.
そして、少数の人々が彼を引き入れようとしており、彼らは都市を引き渡す準備を整えていた。
καὶ ἀφικόμενος νυκτὸς ἔτι καὶ περὶ ὄρθρον τῷ στρατῷ ἐκαθέζετο πρὸς τὸ Διοσκόρεον,ὃ ἀπέχει τῆς πόλεως τρεῖς μάλιστα σταδίους.
彼はまだ夜のうち、夜明けのころに到着し、軍勢を率いてディオスコレオンの近くに陣をしいた。 これは都市からおよそ三スタディオン離れている。
§4.110.2τὴν μὲν οὖν ἄλλην πόλιν τῶν Τορωναίων καὶ τοὺς Ἀθηναίους τοὺς ἐμφρουροῦντας ἔλαθεν·
こうして彼は、トロネの他の市民や、そこに駐留していたアテナイ人たちに気づかれずにすんだ。
οἱ δὲ πράσσοντες αὐτῷ εἰδότες ὅτι ἥξοι, καὶ προελθόντες τινὲς αὐτῶν λάθρᾳ ὀλίγοι, ἐτήρουν τὴν πρόσοδον, καὶ ὡς ᾔσθοντο παρόντα, ἐσκομίζουσι παρ’ αὑτοὺς ἐγχειρίδια ἔχοντας ἄνδρας ψιλοὺς ἑπτά (τοσοῦτοι γὰρ μόνοι ἀνδρῶν εἴκοσι τὸ πρῶτον ταχθέντων οὐ κατέδεισαν ἐσελθεῖν·
しかし、彼と内通していた者たちは、彼が来ることを知っており、彼らのうち少数の者が密かに進み出て、彼の接近を待ち受けていた。 そして彼が到着したことに気づくと、短剣を携えた七人の軽装兵を自分たちのもとへと引き入れた(というのも、最初に任命された二十人のうち、入ることを恐れなかったのはこの七人だけであったからである。 彼らを率いていたのはオリュントス人リュシストラトスであった)。
ἦρχε δὲ αὐτῶν Λυσίστρατος Ὀλύνθιος), οἳ διαδύντες διὰ τοῦ πρὸς τὸ πέλαγος τείχους καὶ λαθόντες τούς τε ἐπὶ τοῦ ἀνωτάτω φυλακτηρίου φρουρούς, οὔσης τῆς πόλεως πρὸς λόφον, ἀναβάντες διέφθειραν καὶ τὴν κατὰ Καναστραῖον πυλίδα διῄρουν.
彼らは海に面した壁をすり抜け、都市が丘に面して建てられていたため、最も高い監視所の衛兵たちに気づかれることなく登っていって彼らを殺害し、カナストライオン側の小門を壊し始めた。