§4.110.1ὡς δ’ οὐκ ἐσήκουον, εὐθὺς στρατεύει ἐπὶ Τορώνην τὴν Χαλκιδικήν, κατεχομένην ὑπὸ Ἀθηναίων· καὶ αὐτὸν ἄνδρες ὀλίγοι ἐπήγοντο, ἑτοῖμοι ὄντες τὴν πόλιν παραδοῦναι.
由于他们不肯顺从,布拉西达斯立即向哈尔基季斯的托罗内进军,该地当时由雅典人占领;城内有少数人正试图引他入城,他们已准备好献出城市。
καὶ ἀφικόμενος νυκτὸς ἔτι καὶ περὶ ὄρθρον τῷ στρατῷ ἐκαθέζετο πρὸς τὸ Διοσκόρεον,ὃ ἀπέχει τῆς πόλεως τρεῖς μάλιστα σταδίους.
他还在夜间、将近黎明时分抵达,率军在距离城市大约三斯塔迪翁的迪奥斯科雷翁神庙附近驻扎。
§4.110.2τὴν μὲν οὖν ἄλλην πόλιν τῶν Τορωναίων καὶ τοὺς Ἀθηναίους τοὺς ἐμφρουροῦντας ἔλαθεν· οἱ δὲ πράσσοντες αὐτῷ εἰδότες ὅτι ἥξοι, καὶ προελθόντες τινὲς αὐτῶν λάθρᾳ ὀλίγοι, ἐτήρουν τὴν πρόσοδον, καὶ ὡς ᾔσθοντο παρόντα, ἐσκομίζουσι παρ’ αὑτοὺς ἐγχειρίδια ἔχοντας ἄνδρας ψιλοὺς ἑπτά (τοσοῦτοι γὰρ μόνοι ἀνδρῶν εἴκοσι τὸ πρῶτον ταχθέντων οὐ κατέδεισαν ἐσελθεῖν·
因此,托罗内的其他市民以及驻守在那里的雅典人并未察觉他的到来;但那些与他内通的人知道他会来,其中少数人秘密前行,监视着他的接近。 一旦他们察觉到他已抵达,便将七名携带着短剑的轻装兵引入自己身边(因为在最初指定的二十人中,只有这几个人不害怕进入;他们的领袖是奥林索斯人利西斯特拉托斯)。
ἦρχε δὲ αὐτῶν Λυσίστρατος Ὀλύνθιος), οἳ διαδύντες διὰ τοῦ πρὸς τὸ πέλαγος τείχους καὶ λαθόντες τούς τε ἐπὶ τοῦ ἀνωτάτω φυλακτηρίου φρουρούς, οὔσης τῆς πόλεως πρὸς λόφον, ἀναβάντες διέφθειραν καὶ τὴν κατὰ Καναστραῖον πυλίδα διῄρουν.
这七人从面向大海的城墙缝隙穿过,由于该城坐落在山丘上,他们避开了最高处哨所卫兵的注意,登上去将卫兵杀害,并开始拆毁朝向卡纳斯特赖翁方向的小门。