§4.108.1ἐχομένης δὲ τῆς Ἀμφιπόλεως οἱ Ἀθηναῖοι ἐς μέγα δέος κατέστησαν, ἄλλως τε καὶ ὅτι ἡ πόλις αὐτοῖς ἦν ὠφέλιμος ξύλων τε ναυπηγησίμων πομπῇ καὶ χρημάτων προσόδῳ, καὶ ὅτι μέχρι μὲν τοῦ Στρυμόνος ἦν πάροδος Θεσσαλῶν διαγόντων ἐπὶ τοὺς ξυμμάχους σφῶν τοῖς Λακεδαιμονίοις, τῆς δὲ γεφύρας μὴ κρατούντων, ἄνωθεν μὲν μεγάλης οὔσης ἐπὶ πολὺ λίμνης τοῦ ποταμοῦ, τὰ δὲ πρὸς Ἠιόνα τριήρεσι τηρουμένων, οὐκ ἂν δύνασθαι προελθεῖν· τότε δὲ ῥᾴδια ἤδη [ἐνόμιζεν] γεγενῆσθαι.
アンフィポリスが占領されると、アテナイ人たちは大きな恐怖に陥った。 とりわけ、その都市が造船用木材の搬出や歳入の面で彼らにとって極めて有益であったこと、また、ストリュモン川まではテッサリア人がラケダイモン人を案内して彼らの同盟諸都市へと通行させていたものの、彼らが橋を制圧していない限りは、上流は川が広い湖となって長く広がっており、下流のエイオン側は三段櫂船で警戒されていたため、進軍することは不可能であったはずなのに、今やそれが容易になったと彼が考えたためである。
καὶ τοὺς ξυμμάχους ἐφοβοῦντο μὴ ἀποστῶσιν.
そして彼らは、同盟諸都市が離反するのではないかと恐れた。
§4.108.2ὁ γὰρ Βρασίδας ἔν τε τοῖς ἄλλοις μέτριον ἑαυτὸν παρεῖχε, καὶ ἐν τοῖς λόγοις πανταχοῦ ἐδήλου ὡς ἐλευθερώσων τὴν Ἑλλάδα ἐκπεμφθείη.
というのも、ブラシダスは他の面でも自らを穏健に示していたし、言論においても、自分がギリシアを解放するために派遣されたのだということを至る所で明らかにしていたからである。
§4.108.3καὶ αἱ πόλεις πυνθανόμεναι αἱ τῶν Ἀθηναίων ὑπήκοοι τῆς τε Ἀμφιπόλεως τὴν ἅλωσιν καὶ ἃ παρέχεται, τήν τε ἐκείνου πραότητα, μάλιστα δὴ ἐπήρθησαν ἐς τὸ νεωτερίζειν, καὶ ἐπεκηρυκεύοντο πρὸς αὐτὸν κρύφα, ἐπιπαριέναι τε κελεύοντες καὶ βουλόμενοι αὐτοὶ ἕκαστοι πρῶτοι ἀποστῆναι.
そして、アテナイの臣下である諸都市は、アンフィポリスの陥落と彼の提示する条件、そして彼の穏和さを聞き知って、とりわけ反乱を起こそうと気力を奮い立たせ、彼のもとへ密かに使者を送って、進軍してくるよう促すとともに、自ら進んで他よりも先に真っ先に離反することを望んだ。
§4.108.4καὶ γὰρ καὶ ἄδεια ἐφαίνετο αὐτοῖς, ἐψευσμένοις μὲν τῆς Ἀθηναίων δυνάμεως ἐπὶ τοσοῦτον ὅση ὕστερον διεφάνη, τὸ δὲ πλέον βουλήσει κρίνοντες ἀσαφεῖ ἢ προνοίᾳ ἀσφαλεῖ, εἰωθότες οἱ ἄνθρωποι οὗ μὲν ἐπιθυμοῦσιν ἐλπίδι ἀπερισκέπτῳ διδόναι, ὃ δὲ μὴ προσίενται λογισμῷ αὐτοκράτορι διωθεῖσθαι.
なぜなら、彼らには危険がないように思われたからである。 彼らはアテナイの力を、後に明らかになったほどには大きくないとそれほどまでに見誤っていたのだが、それ以上に、確実な予見によってではなく、不確かな願望によって判断していたためである。 人間というものは、自分が望むことには無警戒な希望を寄せて委ねてしまう一方で、受け入れたくないことには独断的な理屈を並けて退けるのが常だからである。
§4.108.5ἅμα δὲ τῶν Ἀθηναίων ἐν τοῖς Βοιωτοῖς νεωστὶ πεπληγμένων καὶ τοῦ Βρασίδου ἐφολκὰ καὶ οὐ τὰ ὄντα λέγοντος, ὡς αὐτῷ ἐπὶ Νίσαιαν τῇ ἑαυτοῦ μόνῃ στρατιᾷ οὐκ ἠθέλησαν οἱ Ἀθηναῖοι ξυμβαλεῖν, ἐθάρσουν καὶ ἐπίστευον μηδένα ἂν ἐπὶ σφᾶς βοηθῆσαι.
同時にまた、アテナイ人がボイオティアで最近敗北したばかりであったこと、そしてブラシダスが、アテナイ人はニサイアにおいて彼の単独の軍勢と交戦することを望まなかったというような、事実とは異なる魅力的な誇張を語っていたことから、彼らは勇気を得て、自分たちを討伐する救援軍は誰も来ないだろうと確信した。
§4.108.6τὸ δὲ μέγιστον, διὰ τὸ ἡδονὴν ἔχον ἐν τῷ αὐτίκα καὶ ὅτι τὸ πρῶτον Λακεδαιμονίων ὀργώντων ἔμελλον πειράσεσθαι, κινδυνεύειν παντὶ τρόπῳ ἑτοῖμοι ἦσαν.
そして何よりも、目先の喜びがそこにあること、また気勢の上がるラケダイモン人を初めて試そうとしていたことから、彼らはあらゆる方法で危険を冒す覚悟ができていた。
ὧν αἰσθανόμενοι οἱ μὲν Ἀθηναῖοι φυλακάς, ὡς ἐξ ὀλίγου καὶ ἐν χειμῶνι, διέπεμπον ἐς τὰς πόλεις, ὁ δὲ ἐς τὴν Λακεδαίμονα ἐφιέμενος στρατιάν τε προσαποστέλλειν ἐκέλευε καὶ αὐτὸς ἐν τῷ Στρυμόνι ναυπηγίαν τριήρων παρεσκευάζετο.
これらを察知したアテナイ人は、急なことであり、また冬の最中ではあったが、諸都市に守備隊を派遣し、一方、ブラシダスはラケダイモンに増援の軍勢を派遣するよう求め、自身もストリュモン川で三段櫂船の建造準備を進めた。
§4.108.7οἱ δὲ Λακεδαιμόνιοι τὰ μὲν καὶ φθόνῳ ἀπὸ τῶν πρώτων ἀνδρῶν οὐχ ὑπηρέτησαν αὐτῷ, τὰ δὲ καὶ βουλόμενοι μᾶλλον τούς τε ἄνδρας τοὺς ἐκ τῆς νήσου κομίσασθαι καὶ τὸν πόλεμον καταλῦσαι.
しかしラケダイモン人は、一方では指導的な男たちの嫉妬から彼に協力しなかったが、他方では、島から人々を取り戻し、戦争を終わらせることをより望んでいたからでもあった。