§4.107.1μετὰ δὲ τοῦτο ὁ μὲν τὰ ἐν τῇ Ἠιόνι καθίστατο, ὅπως καὶ τὸ αὐτίκα, ἢν ἐπίῃ ὁ Βρασίδας, καὶ τὸ ἔπειτα ἀσφαλῶς ἕξει, δεξάμενος τοὺς ἐθελήσαντας ἐπιχωρῆσαι ἄνωθεν κατὰ τὰς σπονδάς·
一方、彼(トゥキディデス)は、協定に従って上流から退去することを望んだ人々を受け入れた上で、もしブラシダスが襲撃してきても、即座に、また将来にわたっても安全が保たれるよう、エイオンの防備を固めた。
§4.107.2ὁ δὲ πρὸς μὲν τὴν Ἠιόνα κατά τε τὸν ποταμὸν πολλοῖς πλοίοις ἄφνω καταπλεύσας, εἴ πως τὴν προύχουσαν ἄκραν ἀπὸ τοῦ τείχους λαβὼν κρατοίη τοῦ ἔσπλου, καὶ κατὰ γῆν ἀποπειράσας ἅμα, ἀμφοτέρωθεν ἀπεκρούσθη, τὰ δὲ περὶ τὴν Ἀμφίπολιν ἐξηρτύετο.
他方、ブラシダスは、城壁から突き出た岬を占領して入港路を制圧できないかと、多くの舟で突如川を下ってエイオンに迫り、同時に陸路からも攻撃を試みたが、両方から撃退され、アンフィポリス周辺の防備を整え始めた。
§4.107.3καὶ Μύρκινός τε αὐτῷ προσεχώρησεν Ἠδωνικὴ πόλις, Πιττακοῦ τοῦ Ἠδώνων βασιλέως ἀποθανόντος ὑπὸ τῶν Γοάξιος παίδων καὶ Βραυροῦς τῆς γυναικὸς αὐτοῦ, καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη·
また、エドネス人の都市ミュルキノスが彼に降伏し――これはエドネス人の王ピッタコスがゴアクシスの子供たちと自身の妻ブラウロによって殺害された後のことであった――、それほど経たないうちにガレプソスとオイシュメも同様にした。
εἰσὶ δὲ αὗται Θασίων ἀποικίαι.
これらはタソス人の植民都市である。
παρὼν δὲ καὶ Περδίκκας εὐθὺς μετὰ τὴν ἅλωσιν ξυγκαθίστη ταῦτα.
占領の直後に現れたペルディッカスも、彼とともにこれらの事態を収拾した。