Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.108.1-4.108.7

同盟诸邦叛意萌生与斯巴达拒绝增兵

第 473 段,共 917 段 · 希腊语

内容简介

安菲波利斯失陷后,雅典各同盟国因布拉西达斯的温和态度而蠢蠢欲动,雅典随即紧急部署防务。布拉西达斯向拉刻代蒙请求增兵,但斯巴达本国因内部嫉妒及渴望赎回战俘、缔结和约而拒绝了其请求。

§4.108.1ἐχομένης δὲ τῆς Ἀμφιπόλεως οἱ Ἀθηναῖοι ἐς μέγα δέος κατέστησαν, ἄλλως τε καὶ ὅτι ἡ πόλις αὐτοῖς ἦν ὠφέλιμος ξύλων τε ναυπηγησίμων πομπῇ καὶ χρημάτων προσόδῳ, καὶ ὅτι μέχρι μὲν τοῦ Στρυμόνος ἦν πάροδος Θεσσαλῶν διαγόντων ἐπὶ τοὺς ξυμμάχους σφῶν τοῖς Λακεδαιμονίοις, τῆς δὲ γεφύρας μὴ κρατούντων, ἄνωθεν μὲν μεγάλης οὔσης ἐπὶ πολὺ λίμνης τοῦ ποταμοῦ, τὰ δὲ πρὸς Ἠιόνα τριήρεσι τηρουμένων, οὐκ ἂν δύνασθαι προελθεῖν· τότε δὲ ῥᾴδια ἤδη [ἐνόμιζεν] γεγενῆσθαι.
安菲波利斯失陷后,雅典人陷于极大的恐慌之中,这特别是由于该城在输出造船木材和货币收入方面对他们极为有用,而且也因为,虽然在达到斯特里蒙河之前,只要色萨利人引路,拉刻代蒙人就可以通往雅典的同盟国,但只要他们不控制那座桥梁,他们就无法继续前进,因为在河流上游形成了一片很大的湖泊并延伸很远,而在朝向埃昂的一侧则有三列桨战船把守;然而此时,他们认为这已经变得容易了。
καὶ τοὺς ξυμμάχους ἐφοβοῦντο μὴ ἀποστῶσιν.
此外,他们还担心同盟国会叛变。
§4.108.2ὁ γὰρ Βρασίδας ἔν τε τοῖς ἄλλοις μέτριον ἑαυτὸν παρεῖχε, καὶ ἐν τοῖς λόγοις πανταχοῦ ἐδήλου ὡς ἐλευθερώσων τὴν Ἑλλάδα ἐκπεμφθείη.
因为布拉西达斯在其他方面表现得十分温和,而且在言论中也处处表明,自己被派来是为了解放希腊。
§4.108.3καὶ αἱ πόλεις πυνθανόμεναι αἱ τῶν Ἀθηναίων ὑπήκοοι τῆς τε Ἀμφιπόλεως τὴν ἅλωσιν καὶ ἃ παρέχεται, τήν τε ἐκείνου πραότητα, μάλιστα δὴ ἐπήρθησαν ἐς τὸ νεωτερίζειν, καὶ ἐπεκηρυκεύοντο πρὸς αὐτὸν κρύφα, ἐπιπαριέναι τε κελεύοντες καὶ βουλόμενοι αὐτοὶ ἕκαστοι πρῶτοι ἀποστῆναι.
雅典臣下的各城市听闻安菲波利斯的陷落、他所提供的条件以及他的温和态度,极大地激发了变革之意,并暗中派使者去他那里,促请他前来,并且每个城市都希望自己成为第一个叛离的城市。
§4.108.4καὶ γὰρ καὶ ἄδεια ἐφαίνετο αὐτοῖς, ἐψευσμένοις μὲν τῆς Ἀθηναίων δυνάμεως ἐπὶ τοσοῦτον ὅση ὕστερον διεφάνη, τὸ δὲ πλέον βουλήσει κρίνοντες ἀσαφεῖ ἢ προνοίᾳ ἀσφαλεῖ, εἰωθότες οἱ ἄνθρωποι οὗ μὲν ἐπιθυμοῦσιν ἐλπίδι ἀπερισκέπτῳ διδόναι, ὃ δὲ μὴ προσίενται λογισμῷ αὐτοκράτορι διωθεῖσθαι.
因为在他们看来,这确实似乎并无危险,一方面他们对雅典力量的低估达到了与其后显露出来的力量极不相称的程度,但更主要的是,他们是用不明确的愿望而不是用安全的远见来进行判断;因为人们总是习惯于把自己所渴望的事情托付给不加思索的希望,而把不合心意的事情用专断的理屈予以排斥。
§4.108.5ἅμα δὲ τῶν Ἀθηναίων ἐν τοῖς Βοιωτοῖς νεωστὶ πεπληγμένων καὶ τοῦ Βρασίδου ἐφολκὰ καὶ οὐ τὰ ὄντα λέγοντος, ὡς αὐτῷ ἐπὶ Νίσαιαν τῇ ἑαυτοῦ μόνῃ στρατιᾷ οὐκ ἠθέλησαν οἱ Ἀθηναῖοι ξυμβαλεῖν, ἐθάρσουν καὶ ἐπίστευον μηδένα ἂν ἐπὶ σφᾶς βοηθῆσαι.
与此同时,由于雅典人最近在波奥提亚人那里遭受挫败,而且布拉西达斯说着诱人却非事实的话——即雅典人不愿意在尼萨亚仅与他自己的军队交战——他们便壮起胆来,深信绝不会有人前来讨伐他们。
§4.108.6τὸ δὲ μέγιστον, διὰ τὸ ἡδονὴν ἔχον ἐν τῷ αὐτίκα καὶ ὅτι τὸ πρῶτον Λακεδαιμονίων ὀργώντων ἔμελλον πειράσεσθαι, κινδυνεύειν παντὶ τρόπῳ ἑτοῖμοι ἦσαν.
最重要的是,由于眼前的事情带来了快乐,且由于他们即将首次尝试利用士气高涨的拉刻代蒙人的力量,他们准备以各种方式去冒风险。
ὧν αἰσθανόμενοι οἱ μὲν Ἀθηναῖοι φυλακάς, ὡς ἐξ ὀλίγου καὶ ἐν χειμῶνι, διέπεμπον ἐς τὰς πόλεις, ὁ δὲ ἐς τὴν Λακεδαίμονα ἐφιέμενος στρατιάν τε προσαποστέλλειν ἐκέλευε καὶ αὐτὸς ἐν τῷ Στρυμόνι ναυπηγίαν τριήρων παρεσκευάζετο.
雅典人察觉到这一点,尽管时间仓促且正值冬季,仍向各城市派出了守备队;而布拉西达斯则派人去拉刻代蒙要求增派军队,他自己也在斯特里蒙河准备建造三列桨战船。
§4.108.7οἱ δὲ Λακεδαιμόνιοι τὰ μὲν καὶ φθόνῳ ἀπὸ τῶν πρώτων ἀνδρῶν οὐχ ὑπηρέτησαν αὐτῷ, τὰ δὲ καὶ βουλόμενοι μᾶλλον τούς τε ἄνδρας τοὺς ἐκ τῆς νήσου κομίσασθαι καὶ τὸν πόλεμον καταλῦσαι.
然而,拉刻代蒙人一方面由于首要人物的嫉妒而没有顺从他的要求,另一方面也因为他们更希望收回留在岛上的人,并结束战争。

词汇与语法注释

  1. §4.108.1οὐκ ἂν δύνασθαι — 不定式与助词 ἄν 的结合,承接前面的 ὅτι 引导的间接陈述。这对应于直接引语中的虚拟或条件直陈过去时(或祈愿式) οὐκ ἂν ἐδύναντο(或 οὐκ ἂν δύναιντο),表示只要斯巴达人不控制桥梁,“他们就无法前进”。
  2. §4.108.1τῆς δὲ γεφύρας μὴ κρατούντων — 省略了逻辑主语(τῶν Λακεδαιμονίων)的属格绝对结构。使用否定词 μή 而非 οὐ,表明该分词短语带有条件性质(“如果他们不控制桥梁”)。
  3. §4.108.4ἐψευσμένοις — 完成时被动分词与格复数形式,修饰前文中的与格代名词 αὐτοῖς(同盟各城的人)。动词 ψεύδω 的被动(或中动)语态意为“看错、估计错误”,带夺格性属格(τῆς Ἀθηναίων δυνάμεως),表示“低估了雅典的力量”。
  4. §4.108.5ἅμα δὲ τῶν Ἀθηναίων... πεπληγμένων καὶ τοῦ Βρασίδου... λέγοντος — 前置词性副词 ἅμα(同时)支配着由 καί 连接的两个并列属格绝对句。这表明了客观事实(雅典人最近的败北)与主观因素(布拉西达斯的说辞)的同时发生。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.108.1-4.108.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.108.1-4.108.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。