§4.107.1μετὰ δὲ τοῦτο ὁ μὲν τὰ ἐν τῇ Ἠιόνι καθίστατο, ὅπως καὶ τὸ αὐτίκα, ἢν ἐπίῃ ὁ Βρασίδας, καὶ τὸ ἔπειτα ἀσφαλῶς ἕξει, δεξάμενος τοὺς ἐθελήσαντας ἐπιχωρῆσαι ἄνωθεν κατὰ τὰς σπονδάς·
另一方面,修昔底德在接纳了根据协定自上游退出的自愿者之后,整顿了埃昂的防务,以便在布拉西达斯袭击时,无论是在当前还是在将来,都能确保安全。
§4.107.2ὁ δὲ πρὸς μὲν τὴν Ἠιόνα κατά τε τὸν ποταμὸν πολλοῖς πλοίοις ἄφνω καταπλεύσας, εἴ πως τὴν προύχουσαν ἄκραν ἀπὸ τοῦ τείχους λαβὼν κρατοίη τοῦ ἔσπλου, καὶ κατὰ γῆν ἀποπειράσας ἅμα, ἀμφοτέρωθεν ἀπεκρούσθη, τὰ δὲ περὶ τὴν Ἀμφίπολιν ἐξηρτύετο.
至于布拉西达斯,他乘许多舟船突然沿河而下直逼埃昂,企图夺取从城墙延伸出来的突出海岬以控制港口通道,并同时在陆路上进行了尝试,但两面均被击退,于是他着手整顿安菲波利斯周围的事宜。
§4.107.3καὶ Μύρκινός τε αὐτῷ προσεχώρησεν Ἠδωνικὴ πόλις, Πιττακοῦ τοῦ Ἠδώνων βασιλέως ἀποθανόντος ὑπὸ τῶν Γοάξιος παίδων καὶ Βραυροῦς τῆς γυναικὸς αὐτοῦ, καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη· εἰσὶ δὲ αὗται Θασίων ἀποικίαι.
此外,埃多尼亚人的城市米尔基努斯向他投降——此前,埃多尼亚人的国王皮塔科斯已被戈阿克西斯的孩子们以及自己的妻子布劳罗所杀;不久之后,加勒普索斯和奥伊叙梅也相继投降,这些都是萨索斯人的殖民地。
παρὼν δὲ καὶ Περδίκκας εὐθὺς μετὰ τὴν ἅλωσιν ξυγκαθίστη ταῦτα.
在占领后随即赶到的佩尔迪卡斯,也与他共同整顿了这些地方的秩序。