§4.102.1τοῦ δ’ αὐτοῦ χειμῶνος Βρασίδας ἔχων τοὺς ἐπὶ Θρᾴκης ξυμμάχους ἐστράτευσεν ἐς Ἀμφίπολιν τὴν ἐπὶ Στρυμόνι ποταμῷ Ἀθηναίων ἀποικίαν.
同じ冬、ブラシダスはトラキア地方の同盟軍を率いて、ストリュモン川沿いにあるアテナイの植民都市アンフィポリスへと遠征した。
§4.102.2τὸ δὲ χωρίον τοῦτο ἐφ’ οὗ νῦν ἡ πόλις ἐστὶν ἐπείρασε μὲν πρότερον καὶ Ἀρισταγόρας ὁ Μιλήσιος φεύγων βασιλέα Δαρεῖον κατοικίσαι, ἀλλὰ ὑπὸ Ἠδώνων ἐξεκρούσθη, ἔπειτα δὲ καὶ οἱ Ἀθηναῖοι ἔτεσι δύο καὶ τριάκοντα ὕστερον, ἐποίκους μυρίους σφῶν τε αὐτῶν καὶ τῶν ἄλλων τὸν βουλόμενον πέμψαντες, οἳ διεφθάρησαν ἐν Δραβήσκῳ ὑπὸ Θρᾳκῶν.
現在その都市があるこの土地には、以前にもミレトスのアリスタゴラスがダレイオス王から逃亡していたときに入植を試みたが、エドノイ人によって撃退された。 その後、三十二年後にアテナイ人もまた、自国民および希望する他国人からなる一万人の入植者を派遣したが、彼らはドラベスコスにおいてトラキア人によって全滅させられた。
§4.102.3καὶ αὖθις ἑνὸς δέοντι τριακοστῷ ἔτει ἐλθόντες οἱ Ἀθηναῖοι, Ἅγνωνος τοῦ Νικίου οἰκιστοῦ ἐκπεμφθέντος, Ἠδῶνας ἐξελάσαντες ἔκτισαν τὸ χωρίον τοῦτο, ὅπερ πρότερον Ἐννέα ὁδοὶ ἐκαλοῦντο.
そして再び二十九年後にアテナイ人がやって来て、ニキアスの子ハグノンが植民指導者として派遣され、エドノイ人を追い払ってこの土地を創建した。 ここは以前は「九つの道」と呼ばれていた。
ὡρμῶντο δὲ ἐκ τῆς Ἠιόνος, ἣν αὐτοὶ εἶχον ἐμπόριον ἐπὶ τῷ στόματι τοῦ ποταμοῦ ἐπιθαλάσσιον, πέντε καὶ εἴκοσι σταδίους ἀπέχον ἀπὸ τῆς νῦν πόλεως, ἣν Ἀμφίπολιν Ἅγνων ὠνόμασεν, ὅτι ἐπ’ ἀμφότερα περιρρέοντος τοῦ Στρυμόνος [διὰ τὸ περιέχειν αὐτὴν] τείχει μακρῷ ἀπολαβὼν ἐκ ποταμοῦ ἐς ποταμὸν περιφανῆ ἐς θάλασσάν τε καὶ τὴν ἤπειρον ᾤκισεν.
彼らはエイオンから出撃した。 そこは彼ら自身が川の河口に有していた海辺の取引地であり、現在の都市から二十五スタディオン離れていた。 この都市をハグノンは、ストリュモン川がその両側を回り込んで流れているため、[それが都市を取り囲んでいるために]、川から川へと長い城壁で遮断して、海からも陸からも四方から目立つ形で入植させ、アンフィポリスと名付けた。
§4.102.4ὡρμῶντο δὲ ἐκ τῆς Ἠιόνος, ἣν αὐτοὶ εἶχον ἐμπόριον ἐπὶ τῷ στόματι τοῦ ποταμοῦ ἐπιθαλάσσιον, πέντε καὶ εἴκοσι σταδίους ἀπέχον ἀπὸ τῆς νῦν πόλεως, ἣν Ἀμφίπολιν Ἅγνων ὠνόμασεν, ὅτι ἐπ’ ἀμφότερα περιρρέοντος τοῦ Στρυμόνος [διὰ τὸ περιέχειν αὐτὴν] τείχει μακρῷ ἀπολαβὼν ἐκ ποταμοῦ ἐς ποταμὸν περιφανῆ ἐς θάλασσάν τε καὶ τὴν ἤπειρον ᾤκισεν.
彼らはエイオンから出撃した。 そこは彼ら自身が川の河口に有していた海辺の取引地であり、現在の都市から二十五スタディオン離れていた。 この都市をハグノンは、ストリュモン川がその両側を回り込んで流れているため、[それが都市を取り囲んでいるために]、川から川へと長い城壁で遮断して、海からも陸からも四方から目立つ形で入植させ、アンフィポリスと名付けた。