Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.102.1-4.102.4

布拉西达斯进军安菲波利斯与该城历史

第 467 段,共 917 段 · 希腊语

内容简介

布拉西达斯向斯特里蒙河畔的雅典殖民地安菲波利斯进军,文中回顾了该地过往的殖民历史,以及哈格农最终成功建城并命名的来历。

§4.102.1τοῦ δ’ αὐτοῦ χειμῶνος Βρασίδας ἔχων τοὺς ἐπὶ Θρᾴκης ξυμμάχους ἐστράτευσεν ἐς Ἀμφίπολιν τὴν ἐπὶ Στρυμόνι ποταμῷ Ἀθηναίων ἀποικίαν.
在同一个冬季,布拉西达斯率领他在色雷斯一带的盟军,向斯特里蒙河畔的雅典殖民地安菲波利斯进军。
§4.102.2τὸ δὲ χωρίον τοῦτο ἐφ’ οὗ νῦν ἡ πόλις ἐστὶν ἐπείρασε μὲν πρότερον καὶ Ἀρισταγόρας ὁ Μιλήσιος φεύγων βασιλέα Δαρεῖον κατοικίσαι, ἀλλὰ ὑπὸ Ἠδώνων ἐξεκρούσθη, ἔπειτα δὲ καὶ οἱ Ἀθηναῖοι ἔτεσι δύο καὶ τριάκοντα ὕστερον, ἐποίκους μυρίους σφῶν τε αὐτῶν καὶ τῶν ἄλλων τὸν βουλόμενον πέμψαντες, οἳ διεφθάρησαν ἐν Δραβήσκῳ ὑπὸ Θρᾳκῶν.
现在城市所坐落的这一地方,此前米利都的阿里斯塔戈拉斯在逃避大流士国王时曾试图在此建立殖民地,但被埃多尼亚人击退;此后三十二年,雅典人也派遣了一万名本国及其他自愿前往的移民,但他们在德拉贝斯库斯被色雷斯人全歼。
§4.102.3καὶ αὖθις ἑνὸς δέοντι τριακοστῷ ἔτει ἐλθόντες οἱ Ἀθηναῖοι, Ἅγνωνος τοῦ Νικίου οἰκιστοῦ ἐκπεμφθέντος, Ἠδῶνας ἐξελάσαντες ἔκτισαν τὸ χωρίον τοῦτο, ὅπερ πρότερον Ἐννέα ὁδοὶ ἐκαλοῦντο.
二十九年后,雅典人再次来到这里,派遣尼基亚斯之子哈格农为殖民开拓者,驱逐了埃多尼亚人,并建立了这个地方,此前该地被称为“九路”。
ὡρμῶντο δὲ ἐκ τῆς Ἠιόνος, ἣν αὐτοὶ εἶχον ἐμπόριον ἐπὶ τῷ στόματι τοῦ ποταμοῦ ἐπιθαλάσσιον, πέντε καὶ εἴκοσι σταδίους ἀπέχον ἀπὸ τῆς νῦν πόλεως, ἣν Ἀμφίπολιν Ἅγνων ὠνόμασεν, ὅτι ἐπ’ ἀμφότερα περιρρέοντος τοῦ Στρυμόνος [διὰ τὸ περιέχειν αὐτὴν] τείχει μακρῷ ἀπολαβὼν ἐκ ποταμοῦ ἐς ποταμὸν περιφανῆ ἐς θάλασσάν τε καὶ τὴν ἤπειρον ᾤκισεν.
他们从埃翁出发,那是他们自己在河口拥有的海滨贸易港,距离现在的城市有二十五斯塔迪亚。 哈格农将此城命名为安菲波利斯,因为斯特里蒙河环绕其两侧流过[由于它包围着该城],他用长墙从河的一端连接到另一端将城隔开,使其在海上和陆地上都清晰可见,从而建立了这所城市。
§4.102.4ὡρμῶντο δὲ ἐκ τῆς Ἠιόνος, ἣν αὐτοὶ εἶχον ἐμπόριον ἐπὶ τῷ στόματι τοῦ ποταμοῦ ἐπιθαλάσσιον, πέντε καὶ εἴκοσι σταδίους ἀπέχον ἀπὸ τῆς νῦν πόλεως, ἣν Ἀμφίπολιν Ἅγνων ὠνόμασεν, ὅτι ἐπ’ ἀμφότερα περιρρέοντος τοῦ Στρυμόνος [διὰ τὸ περιέχειν αὐτὴν] τείχει μακρῷ ἀπολαβὼν ἐκ ποταμοῦ ἐς ποταμὸν περιφανῆ ἐς θάλασσάν τε καὶ τὴν ἤπειρον ᾤκισεν.
他们从埃翁出发,那是他们自己在河口拥有的海滨贸易港,距离现在的城市有二十五斯塔迪亚。 哈格农将此城命名为安菲波利斯,因为斯特里蒙河环绕其两侧流过[由于它包围着该城],他用长墙从河的一端连接到另一端将城隔开,使其在海上和陆地上都清晰可见,从而建立了这所城市。

词汇与语法注释

  1. 4.102.1τοῦ δ’ αὐτοῦ χειμῶνος — 时间属格,表示动作发生的时间范围(“在同一个冬季”)。
  2. 4.102.3ἑνὸς δέοντι τριακοστῷ ἔτει — 字面意思是“缺一的第三十个年份中”,即第29年。与格 ἔτει 表示时间点。
  3. 4.102.3ὅπερ πρότερον Ἐννέα ὁδοὶ ἐκαλοῦντο — 关系代词 ὅπερ(中性单数)与其先行词 τὸ χωρίον 一致,但从句中的动词 ἐκαλοῦντο(复数)则与其表语名词 Ἐννέα ὁδοὶ(复数)在数上保持一致,而非与主语代词一致。
  4. 4.102.3ἀπέχον — 现在分词 ἀπέχον(中性单数)在语法上与同位语中性名词 ἐμπόριον 保持一致,而非与女性地名 Ἠιόνος 一致,用以表示距离。
  5. 4.102.3περιφανῆ — 双尾形容词 περιφανής 的单数阴性宾格形式,修饰省略的宾语(城市即 αὐτήν 或 πόλιν)。在此与动词 ᾤκισεν. 连用,充当宾语补足语(“使其在……状态下建立起来”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.102.1-4.102.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.102.1-4.102.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。