§4.101.1τοῦ δὲ Δηλίου ἑπτακαιδεκάτῃ ἡμέρᾳ ληφθέντος μετὰ τὴν μάχην καὶ τοῦ ἀπὸ τῶν Ἀθηναίων κήρυκος οὐδὲν ἐπισταμένου τῶν γεγενημένων ἐλθόντος οὐ πολὺ ὕστερον αὖθις περὶ τῶν νεκρῶν, ἀπέδοσαν οἱ Βοιωτοὶ καὶ οὐκέτι ταὐτὰ ἀπεκρίναντο.
デリオンが戦いののち十七日目に占領され、アテナイ人からの伝令が何が起きたかを何も知らずに、少しのちになって再び死体を引き取るためにやって来たので、ボイオティア人は彼らを引き渡し、もはや以前のような返答をすることはなかった。
§4.101.2ἀπέθανον δὲ Βοιωτῶν μὲν ἐν τῇ μάχῃ ὀλίγῳ ἐλάσσους πεντακοσίων, Ἀθηναίων δὲ ὀλίγῳ ἐλάσσους χιλίων καὶ Ἱπποκράτης ὁ στρατηγός, ψιλῶν δὲ καὶ σκευοφόρων πολὺς ἀριθμός.
この戦いにおいて、ボイオティア人側の戦死者は五百人をわずかに下回る数であり、アテナイ人側は将軍ヒッポクラテスを含めて千人をわずかに下回る数であり、軽装兵や従卒も多数にのぼった。
§4.101.3μετὰ δὲ τὴν μάχην ταύτην καὶ ὁ Δημοσθένης ὀλίγῳ ὕστερον, ὡς αὐτῷ τότε πλεύσαντι τὰ περὶ τὰς Σίφας τῆς προδοσίας πέρι οὐ προυχώρησεν, ἔχων τὸν στρατὸν ἐπὶ τῶν νεῶν τῶν τε Ἀκαρνάνων καὶ Ἀγραίων καὶ Ἀθηναίων τετρακοσίους ὁπλίτας, ἀπόβασιν ἐποιήσατο ἐς τὴν Σικυωνίαν.
この戦いの少しのち、デモステネスもまた、当時彼が航海したシファイにおける裏切りの計画が彼にとって不首尾に終わったため、アカルナニア人、アグライア人の軍勢、およびアテナイ人の重装歩兵四百名を船に乗せて、シキュオン領への上陸を敢行した。
§4.101.4καὶ πρὶν πάσας τὰς ναῦς καταπλεῦσαι βοηθήσαντες οἱ Σικυώνιοι τοὺς ἀποβεβηκότας ἔτρεψαν καὶ κατεδίωξαν ἐς τὰς ναῦς, καὶ τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ζῶντας ἔλαβον.
そして、すべての船が到着する前に、救援に駆けつけたシキュオン人が上陸した者たちを敗走させて船へと追い詰め、ある者たちを殺害し、別の人々を生け捕りにした。
τροπαῖον δὲ στήσαντες τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδοσαν.
彼らは戦勝記念碑を建てたのち、停戦協定のもとに死体を引き渡した。
§4.101.5ἀπέθανε δὲ καὶ Σιτάλκης Ὀδρυσῶν βασιλεὺς ὑπὸ τὰς αὐτὰς ἡμέρας τοῖς ἐπὶ Δηλίῳ, στρατεύσας ἐπὶ Τριβαλλοὺς καὶ νικηθεὶς μάχῃ.
また、オドリュサイ人の王シタルケスも、デリオンの戦いとほぼ同じ時期に、トリバロイ人に対して遠征したものの戦闘で敗北して死亡した。
Σεύθης δὲ ὁ Σπαραδόκου ἀδελφιδοῦς ὢν αὐτοῦ ἐβασίλευσεν Ὀδρυσῶν τε καὶ τῆς ἄλλης Θρᾴκης ἧσπερ καὶ ἐκεῖνος.
そして彼の甥であるスパラドコスの息子セウテスが、オドリュサイ人と、彼が支配していたのと同様の残りのトラキアを支配した。