Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.101.1-4.101.5

德里翁战死者的归还与西锡温登陆的受挫

第 466 段,共 917 段 · 希腊语

内容简介

德里翁陷落后波奥蒂亚人向雅典归还了尸体,并记录了双方的伤亡人数。此外还叙述了德摩斯梯尼在西锡温登陆的失败,以及奥德里萨国王席塔尔克斯的阵亡与塞乌特斯的继位。

§4.101.1τοῦ δὲ Δηλίου ἑπτακαιδεκάτῃ ἡμέρᾳ ληφθέντος μετὰ τὴν μάχην καὶ τοῦ ἀπὸ τῶν Ἀθηναίων κήρυκος οὐδὲν ἐπισταμένου τῶν γεγενημένων ἐλθόντος οὐ πολὺ ὕστερον αὖθις περὶ τῶν νεκρῶν, ἀπέδοσαν οἱ Βοιωτοὶ καὶ οὐκέτι ταὐτὰ ἀπεκρίναντο.
德里翁在战斗后第十七天被攻陷,不久之后,雅典派来的使者对所发生的一切一无所知,再次为收回尸体而到来,波奥蒂亚人便归还了尸体,不再给出先前的答复。
§4.101.2ἀπέθανον δὲ Βοιωτῶν μὲν ἐν τῇ μάχῃ ὀλίγῳ ἐλάσσους πεντακοσίων, Ἀθηναίων δὲ ὀλίγῳ ἐλάσσους χιλίων καὶ Ἱπποκράτης ὁ στρατηγός, ψιλῶν δὲ καὶ σκευοφόρων πολὺς ἀριθμός.
在这场战斗中,波奥蒂亚人战死者略少于五百人,雅典人战死者略少于一千人(其中包括将军希波克拉底),此外还有大量的轻装兵和辎重兵战死。
§4.101.3μετὰ δὲ τὴν μάχην ταύτην καὶ ὁ Δημοσθένης ὀλίγῳ ὕστερον, ὡς αὐτῷ τότε πλεύσαντι τὰ περὶ τὰς Σίφας τῆς προδοσίας πέρι οὐ προυχώρησεν, ἔχων τὸν στρατὸν ἐπὶ τῶν νεῶν τῶν τε Ἀκαρνάνων καὶ Ἀγραίων καὶ Ἀθηναίων τετρακοσίους ὁπλίτας, ἀπόβασιν ἐποιήσατο ἐς τὴν Σικυωνίαν.
这场战斗后不久,德摩斯梯尼也因为当时他航行至西法伊、关于该地通敌叛变的计划对他而言并未成功,便率领船上的军队——包括阿卡纳尼亚人、阿格赖亚人以及四百名雅典重装步兵——在西锡温境内登陆。
§4.101.4καὶ πρὶν πάσας τὰς ναῦς καταπλεῦσαι βοηθήσαντες οἱ Σικυώνιοι τοὺς ἀποβεβηκότας ἔτρεψαν καὶ κατεδίωξαν ἐς τὰς ναῦς, καὶ τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ζῶντας ἔλαβον.
在所有船只全部靠岸之前,西锡温人赶来救援,击溃了已登陆的士兵,并将他们追赶回船上,杀死了一些人,活捉了另一些人。
τροπαῖον δὲ στήσαντες τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδοσαν.
他们立起胜利纪念碑后,在停战协定下交还了尸体。
§4.101.5ἀπέθανε δὲ καὶ Σιτάλκης Ὀδρυσῶν βασιλεὺς ὑπὸ τὰς αὐτὰς ἡμέρας τοῖς ἐπὶ Δηλίῳ, στρατεύσας ἐπὶ Τριβαλλοὺς καὶ νικηθεὶς μάχῃ.
就在德里翁战役发生的同一时期,奥德里萨人的国王席塔尔克斯也在向特里巴利人进军并战败后身亡。
Σεύθης δὲ ὁ Σπαραδόκου ἀδελφιδοῦς ὢν αὐτοῦ ἐβασίλευσεν Ὀδρυσῶν τε καὶ τῆς ἄλλης Θρᾴκης ἧσπερ καὶ ἐκεῖνος.
斯帕拉多科斯的儿子塞乌特斯作为他的侄子,继承了奥德里萨人以及席塔尔克斯曾统治的其余色雷斯地区的王位。

词汇与语法注释

  1. 4.101.1τοῦ δὲ Δηλίου ἑπτακαιδεκάτῃ ἡμέρᾳ ληφθέντος — 该句与接下来的“τοῦ ... κήρυκος ... ἐλθόντος”一同构成属格独立结构,为生动地展现主句动词“ἀπέδοσαν”和“ἀπεκρίναντο”的行为提供了时间与原因背景。
  2. 4.101.3ὡς αὐτῷ τότε πλεύσαντι τὰ περὶ τὰς Σίφας τῆς προδοσίας πέρι οὐ προυχώρησεν — 与格分词“πλεύσαντι”与“αὐτῷ”一致,后者在非人称动词“οὐ προυχώρησεν”(意为“对他而言未取得进展/未成功”)中充当关系与格。在“τὰ περὶ ... πέρι”中介词成分的重复使用,具体界定了关于西法伊通敌叛变事件的整体范围。
  3. 4.101.5τοῖς ἐπὶ Δηλίῳ — 这是与指示代词“αὐτάς”连用的伴随与格,用以表示时间上的同一,指代德里翁发生的事件或日子,意为“与德里翁战役大约在同一时期”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.101.1-4.101.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.101.1-4.101.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。