§3.91.1τοῦ δ’ αὐτοῦ θέρους οἱ Ἀθηναῖοι τριάκοντα μὲν ναῦς ἔστειλαν περὶ Πελοπόννησον, ὧν ἐστρατήγει Δημοσθένης τε ὁ Ἀλκισθένους καὶ Προκλῆς ὁ Θεοδώρου, ἐξήκοντα δὲ ἐς Μῆλον καὶ δισχιλίους ὁπλίτας· ἐστρατήγει δὲ αὐτῶν Νικίας ὁ Νικηράτου.
同じ夏の間に、アテナイ人はペロポネソス周辺に30隻の船を送り、それらをアルキステネスの子デモステネスとテオドロスの子プロクレスが将軍として率いていた。 また、メロス(島)へは60隻の船と2000人の重装歩兵を送り、それらをニケラトスの子ニキアスが将軍として率いていた。
§3.91.2τοὺς γὰρ Μηλίους ὄντας νησιώτας καὶ οὐκ ἐθέλοντας ὑπακούειν οὐδὲ ἐς τὸ αὑτῶν ξυμμαχικὸν ἰέναι ἐβούλοντο προσαγαγέσθαι.
というのも、彼らは島民であり、従おうともせず、自分たちの同盟に入ろうともしないメロス人を、味方に引き入れたいと望んだからである。
§3.91.3ὡς δὲ αὐτοῖς δῃουμένης τῆς γῆς οὐ προσεχώρουν, ἄραντες ἐκ τῆς Μήλου αὐτοὶ μὲν ἔπλευσαν ἐς Ὠρωπὸν τῆς Γραϊκῆς, ὑπὸ νύκτα δὲ σχόντες εὐθὺς ἐπορεύοντο οἱ ὁπλῖται ἀπὸ τῶν νεῶν πεζῇ ἐς Τάναγραν τῆς Βοιωτίας.
しかし、土地が荒らされても彼らが降伏しなかったので、メロスから出航して、彼ら自身はグライケのオロポスへと航海し、夜陰に乗じて上陸すると、直ちに重装歩兵たちは船から下りて陸路をボイオティアのタナグラへと進軍した。
§3.91.4οἱ δὲ ἐκ τῆς πόλεως πανδημεὶ Ἀθηναῖοι, Ἱππονίκου τε τοῦ Καλλίου στρατηγοῦντος καὶ Εὐρυμέδοντος τοῦ Θουκλέους, ἀπὸ σημείου ἐς τὸ αὐτὸ κατὰ γῆν ἀπήντων.
一方、市からはアテナイ人たちが総出で、カリアスの子ヒッポニコスとトゥクレスの子エウリュメドンが将軍となって、合図に従って、陸路で同じ場所へと合流しに赴いた。
§3.91.5καὶ στρατοπεδευσάμενοι ταύτην τὴν ἡμέραν ἐν τῇ Τανάγρᾳ ἐδῄουν καὶ ἐνηυλίσαντο.
そして、その日はタナグラに陣を敷いて土地を荒らし、夜を明かした。
καὶ τῇ ὑστεραίᾳ μάχῃ κρατήσαντες τοὺς ἐπεξελθόντας τῶν Ταναγραίων καὶ Θηβαίων τινὰς προσβεβοηθηκότας καὶ ὅπλα λαβόντες καὶ τροπαῖον στήσαντες ἀνεχώρησαν, οἱ μὲν ἐς τὴν πόλιν, οἱ δὲ ἐπὶ τὰς ναῦς.
翌日、出撃してきたタナグラ人たちと、救援に駆けつけていた一部のテーバイ人たちを戦闘で破り、彼らの武具を剥ぎ取り、記念碑を建てた後、撤退した。 一方は市へと、他方は船へと。
§3.91.6καὶ παραπλεύσας ὁ Νικίας ταῖς ἑξήκοντα ναυσὶ τῆς Λοκρίδος τὰ ἐπιθαλάσσια ἔτεμε καὶ ἀνεχώρησεν ἐπ’ οἴκου.
そしてニキアスは60隻の船で沿岸を航行して、ロクリスの沿岸地域を荒らした後、帰途についた。