Humanitext Reader

トゥキュディデス · ペロポネソス戦史 §3.90.1-3.90.4

ラケスによるミュライ攻略とメッセネの降伏

339 / 917 箇所 · ギリシア語

要旨

将軍ハロイアデスの戦死後、アテナイ軍の指揮を引き継いだラケスは、同盟軍とともにミュライを制圧する。さらに進軍されたメッセネも降伏し、人質を差し出す。

§3.90.1τοῦ δ’ αὐτοῦ θέρους ἐπολέμουν μὲν καὶ ἄλλοι, ὡς ἑκάστοις ξυνέβαινεν, ἐν τῇ Σικελίᾳ καὶ αὐτοὶ οἱ Σικελιῶται ἐπ’ ἀλλήλους στρατεύοντες καὶ οἱ Ἀθηναῖοι ξὺν τοῖς σφετέροις ξυμμάχοις·
同じ夏の間に、シケリアにおいては他の人々もそれぞれに事の起こるままに戦争を行っており、シケリア人自身も互いに対して遠征し、アテナイ人も自らの同盟者たちとともに(遠征を行っていた)。
ἃ δὲ λόγου μάλιστα ἄξια ἢ μετὰ τῶν Ἀθηναίων οἱ ξύμμαχοι ἔπραξαν ἢ πρὸς τοὺς Ἀθηναίους οἱ ἀντιπόλεμοι, τούτων μνησθήσομαι.
しかし、アテナイ人とともに同盟者たちが行ったこと、あるいはアテナイ人に対して敵対者たちが行ったことのうち、最も言及に値することについて、私は述べることにする。
§3.90.2Χαροιάδου γὰρ ἤδη τοῦ Ἀθηναίων στρατηγοῦ τεθνηκότος ὑπὸ Συρακοσίων πολέμῳ Λάχης ἅπασαν ἔχων τῶν νεῶν τὴν ἀρχὴν ἐστράτευσε μετὰ τῶν ξυμμάχων ἐπὶ Μυλὰς τὰς Μεσσηνίων.
というのも、アテナイ人の将軍ハロイアデスがすでにシラクサ人との戦争で戦死していたため、ラケスが船団全体の指揮権を握り、同盟者たちとともにメッセネ人の領地であるミュライへと遠征したからである。
ἔτυχον δὲ δύο φυλαὶ ἐν ταῖς Μυλαῖς τῶν Μεσσηνίων φρουροῦσαι καί τινα καὶ ἐνέδραν πεποιημέναι τοῖς ἀπὸ τῶν νεῶν.
ミュライにはメッセネ人の二つの部族が守備に就いており、船から上陸してくる者たちに対して伏兵をも配置していた。
§3.90.3οἱ δὲ Ἀθηναῖοι καὶ οἱ ξύμμαχοι τούς τε ἐκ τῆς ἐνέδρας τρέπουσι καὶ διαφθείρουσι πολλούς, καὶ τῷ ἐρύματι προσβαλόντες ἠνάγκασαν ὁμολογίᾳ τήν τε ἀκρόπολιν παραδοῦναι καὶ ἐπὶ Μεσσήνην ξυστρατεῦσαι.
アテナイ人と同盟者たちは、伏兵となった者たちを退散させてその多くを殺害し、さらに砦を攻撃して、協定によってアクロポリスを明け渡させ、メッセネに対して共同で遠征することを彼らに強いた。
§3.90.4καὶ μετὰ τοῦτο ἐπελθόντων οἱ Μεσσήνιοι τῶν τε Ἀθηναίων καὶ τῶν ξυμμάχων προσεχώρησαν καὶ αὐτοί, ὁμήρους τε δόντες καὶ τὰ ἄλλα πιστὰ παρασχόμενοι.
そしてこの後、アテナイ人と同盟者たちが進軍してくると、メッセネ人たち自身も降伏し、人質を差し出すとともに、その他の信義の保証を与えた。

語釈・文法注

  1. 3.90.1ἃ δὲ λόγου μάλιστα ἄξια ἢ μετὰ τῶν Ἀθηναίων οἱ ξύμμαχοι ἔπραξαν ἢ πρὸς τοὺς Ἀθηναίους οἱ ἀντιπόλεμοι, τούτων μνησθήσομαι. — 先行詞である指示代名詞の属格形 `τούτων`(動詞 `μνησθήσομαι` の目的語)が、関係代名詞 `ἃ`(動詞 `ἔπραξαν` の直接目的語)の導く節の後ろに置かれている、語順の倒置が見られる。
  2. 3.90.2ἔτυχον δὲ δύο φυλαὶ ἐν ταῖς Μυλαῖς τῶν Μεσσηνίων φρουροῦσαι καί τινα καὶ ἐνέδραν πεποιημέναι — 不完全自動詞 `ἔτυχον`(`τυγχάνω` の3人称複数アオリスト)に分詞 `φρουροῦσαι` および `πεποιημέναι` が結合し、「その時にたまたま〜していた」、「現に〜している状況であった」という事実を強調する構文を形成している。
  3. 3.90.4καὶ μετὰ τοῦτο ἐπελθόντων οἱ Μεσσήνιοι τῶν τε Ἀθηναίων καὶ τῶν ξυμμάχων — 属格絶対 `ἐπελθόντων ... τῶν τε Ἀθηναίων καὶ τῶν ξυμμάχων` の間に、主節の主語である `οἱ Μεσσήνιοι` が割り込んでいる(Hyperbaton)。構造としては、`ἐπελθόντων τῶν τε Ἀθηναίων καὶ τῶν ξυμμάχων` が属格絶対のまとまりである。

この箇所を引用する

トゥキュディデス, ペロポネソス戦史 §3.90.1-3.90.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.90.1-3.90.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。