Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.91.1-3.91.6

尼客阿斯远征梅洛斯与塔纳格拉之战

第 340 段,共 917 段 · 希腊语

内容简介

雅典分别向伯罗奔尼撒周边和梅洛斯岛派遣舰队。在梅洛斯受挫后,梅洛斯远征军转移至波奥蒂亚的塔纳格拉,与从雅典本土陆路而来的军队会合,击败了塔纳格拉人和底比斯人的联军。

§3.91.1τοῦ δ’ αὐτοῦ θέρους οἱ Ἀθηναῖοι τριάκοντα μὲν ναῦς ἔστειλαν περὶ Πελοπόννησον, ὧν ἐστρατήγει Δημοσθένης τε ὁ Ἀλκισθένους καὶ Προκλῆς ὁ Θεοδώρου, ἐξήκοντα δὲ ἐς Μῆλον καὶ δισχιλίους ὁπλίτας· ἐστρατήγει δὲ αὐτῶν Νικίας ὁ Νικηράτου.
在同一个夏季,雅典人向伯罗奔尼撒周边派遣了三十艘船只,由阿尔基斯塞内斯之子德摩斯梯尼和狄奥多罗斯之子普罗克勒斯担任将军统帅;同时向梅洛斯派遣了六十艘船只和二千名重装步兵,由尼凯拉托斯之子尼基阿斯担任将军统帅。
§3.91.2τοὺς γὰρ Μηλίους ὄντας νησιώτας καὶ οὐκ ἐθέλοντας ὑπακούειν οὐδὲ ἐς τὸ αὑτῶν ξυμμαχικὸν ἰέναι ἐβούλοντο προσαγαγέσθαι.
因为他们希望将梅洛斯人争取过来,后者作为岛民,既不愿顺从,也不愿加入他们的同盟。
§3.91.3ὡς δὲ αὐτοῖς δῃουμένης τῆς γῆς οὐ προσεχώρουν, ἄραντες ἐκ τῆς Μήλου αὐτοὶ μὲν ἔπλευσαν ἐς Ὠρωπὸν τῆς Γραϊκῆς, ὑπὸ νύκτα δὲ σχόντες εὐθὺς ἐπορεύοντο οἱ ὁπλῖται ἀπὸ τῶν νεῶν πεζῇ ἐς Τάναγραν τῆς Βοιωτίας.
然而,尽管他们的土地遭到蹂躏,他们仍不屈服,于是雅典人从梅洛斯启航,他们自己航行到格莱克的奥罗波斯,并在夜幕掩护下靠岸,重装步兵立即从船上登岸,陆路步行前往波奥蒂亚的塔纳格拉。
§3.91.4οἱ δὲ ἐκ τῆς πόλεως πανδημεὶ Ἀθηναῖοι, Ἱππονίκου τε τοῦ Καλλίου στρατηγοῦντος καὶ Εὐρυμέδοντος τοῦ Θουκλέους, ἀπὸ σημείου ἐς τὸ αὐτὸ κατὰ γῆν ἀπήντων.
与此同时,城里的雅典人举国出动,由卡利亚斯之子希波尼科斯和图克勒斯之子欧律墨冬统帅,根据约定的信号,通过陆路在同一地点与他们会合。
§3.91.5καὶ στρατοπεδευσάμενοι ταύτην τὴν ἡμέραν ἐν τῇ Τανάγρᾳ ἐδῄουν καὶ ἐνηυλίσαντο.
他们当天在塔纳格拉扎营,蹂躏了土地并在那里过夜。
καὶ τῇ ὑστεραίᾳ μάχῃ κρατήσαντες τοὺς ἐπεξελθόντας τῶν Ταναγραίων καὶ Θηβαίων τινὰς προσβεβοηθηκότας καὶ ὅπλα λαβόντες καὶ τροπαῖον στήσαντες ἀνεχώρησαν, οἱ μὲν ἐς τὴν πόλιν, οἱ δὲ ἐπὶ τὰς ναῦς.
第二天,他们在一场战斗中击败了出击的塔纳格拉人以及一些前来增援的底比斯人,剥去了他们的盔甲并树立了胜利纪念碑,随后撤退,一部分人回到城里,另一部分人回到船上。
§3.91.6καὶ παραπλεύσας ὁ Νικίας ταῖς ἑξήκοντα ναυσὶ τῆς Λοκρίδος τὰ ἐπιθαλάσσια ἔτεμε καὶ ἀνεχώρησεν ἐπ’ οἴκου.
尼基阿斯率领这六十艘船只沿海岸航行,蹂躏了洛克里斯的沿海地区,随后启程回家。

词汇与语法注释

  1. 3.91.3αὐτοῖς δῃουμένης τῆς γῆς — 短语 δῃουμένης τῆς γῆς 是属格独立结构,主语为 τῆς γῆς。人称代词与格 αὐτοῖς 作为受损与格(dative of disadvantage)指代梅洛斯人,表示“对他们而言,在土地被蹂躏的情况下”。
  2. 3.91.4ἀπὸ σημείου — 介词 ἀπό 表示行为的依据或起因,意为“根据预先约定的信号”或“一见信号就”,表明来自雅典的陆路军队与来自船只的登陆部队协同了会合的时间。
  3. 3.91.5τοὺς ἐπεξελθόντας τῶν Ταναγραίων καὶ Θηβαίων τινὰς προσβεβοηθηκότας — 整个短语是分词 κρατήσαντες(“击败”)的宾语。它并列了两个对格成分:τοὺς ἐπεξελθόντας τῶν Ταναγραίων(“出击的塔纳格拉人”,其中属格 τῶν Ταναγραίων 为部分属格)和 Θηβαίων τινὰς προσβεβοηθηκότας(“前来驰援的部分底比斯人”,其中 Θηβαίων 亦为部分属格)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.91.1-3.91.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.91.1-3.91.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。