§3.90.1τοῦ δ’ αὐτοῦ θέρους ἐπολέμουν μὲν καὶ ἄλλοι, ὡς ἑκάστοις ξυνέβαινεν, ἐν τῇ Σικελίᾳ καὶ αὐτοὶ οἱ Σικελιῶται ἐπ’ ἀλλήλους στρατεύοντες καὶ οἱ Ἀθηναῖοι ξὺν τοῖς σφετέροις ξυμμάχοις·
在同一个夏季,西西里的其他人也根据各自的情况进行战争,西西里人自己互相征伐,雅典人也与他们的盟友一道进行。
ἃ δὲ λόγου μάλιστα ἄξια ἢ μετὰ τῶν Ἀθηναίων οἱ ξύμμαχοι ἔπραξαν ἢ πρὸς τοὺς Ἀθηναίους οἱ ἀντιπόλεμοι, τούτων μνησθήσομαι.
然而,在盟友与雅典人共同做出的行动、或敌对者对雅典人做出的行动中,最值得提及的事迹,我将予以记述。
§3.90.2Χαροιάδου γὰρ ἤδη τοῦ Ἀθηναίων στρατηγοῦ τεθνηκότος ὑπὸ Συρακοσίων πολέμῳ Λάχης ἅπασαν ἔχων τῶν νεῶν τὴν ἀρχὴν ἐστράτευσε μετὰ τῶν ξυμμάχων ἐπὶ Μυλὰς τὰς Μεσσηνίων.
因为雅典人将军哈罗亚德斯已在与叙拉古人的战争中阵亡,拉凯斯便掌握了全部舰队的指挥权,与盟友一起向麦塞尼亚人的迈莱发动远征。
ἔτυχον δὲ δύο φυλαὶ ἐν ταῖς Μυλαῖς τῶν Μεσσηνίων φρουροῦσαι καί τινα καὶ ἐνέδραν πεποιημέναι τοῖς ἀπὸ τῶν νεῶν.
当时恰好有两个麦塞尼亚人的部落在迈莱驻守,并且还为从船上上来的人设下了某种埋伏。
§3.90.3οἱ δὲ Ἀθηναῖοι καὶ οἱ ξύμμαχοι τούς τε ἐκ τῆς ἐνέδρας τρέπουσι καὶ διαφθείρουσι πολλούς, καὶ τῷ ἐρύματι προσβαλόντες ἠνάγκασαν ὁμολογίᾳ τήν τε ἀκρόπολιν παραδοῦναι καὶ ἐπὶ Μεσσήνην ξυστρατεῦσαι.
雅典人及其盟友击退了伏兵,并歼灭了其中许多人,随后他们袭击了堡垒,迫使对方通过协定交出卫城,并一同向麦塞内进军。
§3.90.4καὶ μετὰ τοῦτο ἐπελθόντων οἱ Μεσσήνιοι τῶν τε Ἀθηναίων καὶ τῶν ξυμμάχων προσεχώρησαν καὶ αὐτοί, ὁμήρους τε δόντες καὶ τὰ ἄλλα πιστὰ παρασχόμενοι.
此后,当雅典人及其盟友逼近时,麦塞尼亚人自己也归顺了,交出了人质,并提供了其他信用的保证。