§3.78.1καὶ οἱ μὲν Κερκυραῖοι κακῶς τε καὶ κατ’ ὀλίγας προσπίπτοντες ἐταλαιπώρουν τὸ καθ᾽ αὑτούς·
一方、ケルキュラ人たちは拙劣に、しかも数隻ずつばらばらに突撃したため、自分たちの戦区で苦戦を強いられていた。
οἱ δ’ Ἀθηναῖοι φοβούμενοι τὸ πλῆθος καὶ τὴν περικύκλωσιν ἁθρόαις μὲν οὐ προσέπιπτον οὐδὲ κατὰ μέσον ταῖς ἐφ’ ἑαυτοὺς τεταγμέναις, προσβαλόντες δὲ κατὰ κέρας καταδύουσι μίαν ναῦν.
これに対してアテナイ人たちは、敵の多勢と包囲されることを恐れて、結集している敵船や、自分たちに対して布陣している敵陣の中央には突撃せず、側面から攻撃を仕掛けて一隻を撃沈した。
καὶ μετὰ ταῦτα κύκλον ταξαμένων αὐτῶν περιέπλεον καὶ ἐπειρῶντο θορυβεῖν.
そしてその後、敵が円陣を組むと、その周囲を回って彼らを混乱させようと試みた。
§3.78.2γνόντες δὲ οἱ πρὸς τοῖς Κερκυραίοις καὶ δείσαντες μὴ ὅπερ ἐν Ναυπάκτῳ γένοιτο, ἐπιβοηθοῦσι, καὶ γενόμεναι ἁθρόαι αἱ νῆες ἅμα τὸν ἐπίπλουν τοῖς Ἀθηναίοις ἐποιοῦντο.
しかし、ケルキュラ人に対峙していたペロポネソス人たちはこれに気づき、かつてナウパクトスで起こった事態が繰り返されることを恐れて救援に駆けつけ、彼らの全艦船が合流して、一丸となってアテナイ人に向けて攻撃を仕掛けた。
§3.78.3οἱ δ’ ὑπεχώρουν ἤδη πρύμναν κρουόμενοι καὶ ἅμα τὰς τῶν Κερκυραίων ἐβούλοντο προκαταφυγεῖν ὅτι μάλιστα, ἑαυτῶν σχολῇ τε ὑποχωρούντων καὶ πρὸς σφᾶς τεταγμένων τῶν ἐναντίων.
そこでアテナイ人たちは、船尾を退かせて後退を始め、同時に、自分たちがゆっくりと後退し、敵が自分たちに対して対峙している間に、ケルキュラ人の船ができるだけ先に出航して避難できるようにと望んだ。
§3.78.4ἡ μὲν οὖν ναυμαχία τοιαύτη γενομένη ἐτελεύτα ἐς ἡλίου δύσιν,
こうして、海戦はそのような形で展開し、日没とともに終了した。