§3.78.1καὶ οἱ μὲν Κερκυραῖοι κακῶς τε καὶ κατ’ ὀλίγας προσπίπτοντες ἐταλαιπώρουν τὸ καθ᾽ αὑτούς· οἱ δ’ Ἀθηναῖοι φοβούμενοι τὸ πλῆθος καὶ τὴν περικύκλωσιν ἁθρόαις μὲν οὐ προσέπιπτον οὐδὲ κατὰ μέσον ταῖς ἐφ’ ἑαυτοὺς τεταγμέναις, προσβαλόντες δὲ κατὰ κέρας καταδύουσι μίαν ναῦν.
此时,克基拉人攻击杂乱且每次仅有数艘,因而在自己的战线上陷入苦战;而雅典人因畏惧敌军人数众多以及被包围的危险,并不去冲击集结的敌船,也不去冲击针对他们排开的敌阵中央,而是袭击其侧翼,击沉了一艘战船。
καὶ μετὰ ταῦτα κύκλον ταξαμένων αὐτῶν περιέπλεον καὶ ἐπειρῶντο θορυβεῖν.
此后,当敌军排成圆阵时,雅典人便绕着他们航行,企图使其陷入混乱。
§3.78.2γνόντες δὲ οἱ πρὸς τοῖς Κερκυραίοις καὶ δείσαντες μὴ ὅπερ ἐν Ναυπάκτῳ γένοιτο, ἐπιβοηθοῦσι, καὶ γενόμεναι ἁθρόαι αἱ νῆες ἅμα τὸν ἐπίπλουν τοῖς Ἀθηναίοις ἐποιοῦντο.
然而,那些对付克基拉人的伯罗奔尼撒人察觉到了这一点,并因害怕发生曾在瑙帕克托斯发生过的事情,便前来增援,于是他们所有的战船集结在一起,一同向雅典人发起进攻。
§3.78.3οἱ δ’ ὑπεχώρουν ἤδη πρύμναν κρουόμενοι καὶ ἅμα τὰς τῶν Κερκυραίων ἐβούλοντο προκαταφυγεῖν ὅτι μάλιστα, ἑαυτῶν σχολῇ τε ὑποχωρούντων καὶ πρὸς σφᾶς τεταγμένων τῶν ἐναντίων.
雅典人随即开始倒桨后退,同时他们希望克基拉人的战船能尽可能先撤退避难,而他们自己则缓慢退却,且敌军的注意力也被吸引并部署在他们面前。
§3.78.4ἡ μὲν οὖν ναυμαχία τοιαύτη γενομένη ἐτελεύτα ἐς ἡλίου δύσιν,
于是,这场海战在呈现出如此态势后,随着日落而结束。