§3.75.1τῇ δὲ ἐπιγιγνομένῃ ἡμέρᾳ Νικόστρατος ὁ Διειτρέφους Ἀθηναίων στρατηγὸς παραγίγνεται βοηθῶν ἐκ Ναυπάκτου δώδεκα ναυσὶ καὶ Μεσσηνίων πεντακοσίοις ὁπλίταις·
翌日、ディイトレペスの子でアテナイの将軍であるニコストラトスが、ナウパクトスから12隻の船とメッセニア人の重装歩兵500名を率いて救援に到着した。
ξύμβασίν τε ἔπρασσε καὶ πείθει ὥστε ξυγχωρῆσαι ἀλλήλοις δέκα μὲν ἄνδρας τοὺς αἰτιωτάτους κρῖναι, οἳ οὐκέτι ἔμειναν, τοὺς δ’ ἄλλους οἰκεῖν σπονδὰς πρὸς ἀλλήλους ποιησαμένους καὶ πρὸς Ἀθηναίους, ὥστε τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους νομίζειν.
彼は和解を取り決め、主犯格の10人を裁判にかける(彼らはもはや留まっていなかったが)こと、また、他の人々は互いに、またアテナイ人とも、同じ人々を敵および味方とみなすという条約を結んで平和に暮らすことに合意するよう説得した。
§3.75.2καὶ ὁ μὲν ταῦτα πράξας ἔμελλεν ἀποπλεύσεσθαι· οἱ δὲ τοῦ δήμου προστάται πείθουσιν αὐτὸν πέντε μὲν ναῦς τῶν αὐτοῦ σφίσι καταλιπεῖν, ὅπως ἧσσόν τι ἐν κινήσει ὦσιν οἱ ἐναντίοι, ἴσας δὲ αὐτοὶ πληρώσαντες ἐκ σφῶν αὐτῶν ξυμπέμψειν.
そして、彼はこれを成し遂げて出帆しようとしていたが、民衆の指導者たちは、対立する者たちが動き出しにくくなるように、彼の船のうち5隻を自分たちに残してくれるよう説得し、代わりに自分たちの中から同数の船を艤装して、彼と一緒に送り返すと約束した。
§3.75.3καὶ ὁ μὲν ξυνεχώρησεν, οἱ δὲ τοὺς ἐχθροὺς κατέλεγον ἐς τὰς ναῦς.
彼はこれに同意したが、民衆は自分たちの敵をそれらの船に乗り込ませるべく登録した。
δείσαντες δὲ ἐκεῖνοι μὴ ἐς τὰς Ἀθήνας ἀποπεμφθῶσι καθίζουσιν ἐς τὸ τῶν Διοσκόρων ἱερόν.
しかし、彼らはアテナイに送られるのではないかと恐れ、ディオスクロイの神殿に嘆願者として座り込んだ。
§3.75.4Νικόστρατος δὲ αὐτοὺς ἀνίστη τε καὶ παρεμυθεῖτο.
ニコストラトスは彼らを立ち上がらせ、慰め諭そうとした。
ὡς δ’ οὐκ ἔπειθεν, ὁ δῆμος ὁπλισθεὶς ἐπὶ τῇ προφάσει ταύτῃ, ὡς οὐδὲν αὐτῶν ὑγιὲς διανοουμένων τῇ τοῦ μὴ ξυμπλεῖν ἀπιστίᾳ, τά τε ὅπλα αὐτῶν ἐκ τῶν οἰκιῶν ἔλαβε καὶ αὐτῶν τινὰς οἷς ἐπέτυχον, εἰ μὴ Νικόστρατος ἐκώλυσε, διέφθειραν ἄν.
しかし彼が説得できなかったので、民衆は、乗船を拒む彼らの不信を、彼らが何も健全なことを考えていない証拠だという口実にして武装し、家々から彼らの武器を奪い、もしニコストラトスが制止しなかったなら、遭遇した彼らの何人かを殺害していたところであった。
§3.75.5ὁρῶντες δὲ οἱ ἄλλοι τὰ γιγνόμενα καθίζουσιν ἐς τὸ Ἥραιον ἱκέται καὶ γίγνονται οὐκ ἐλάσσους τετρακοσίων.
他の人々は起こっていることを見て、ヘラ神殿に嘆願者として座り込み、その数は400人を下回らなかった。
ὁ δὲ δῆμος δείσας μή τι νεωτερίσωσιν ἀνίστησί τε αὐτοὺς πείσας καὶ διακομίζει ἐς τὴν πρὸ τοῦ Ἡραίου νῆσον, καὶ τὰ ἐπιτήδεια ἐκεῖσε αὐτοῖς διεπέμπετο.
民衆は彼らが何か反乱を起こすのではないかと恐れ、説得してそこから立ち上がらせ、ヘラ神殿の前にある島へと移送し、そこへ食糧を送ってやった。