§3.74.1διαλιπούσης δ’ ἡμέρας μάχη αὖθις γίγνεται καὶ νικᾷ ὁ δῆμος χωρίων τε ἰσχύι καὶ πλήθει προύχων·
一日の間隔を置いて再び戦闘が起こり、地勢の強みと数の多さにおいて優っていた民衆が勝利した。
αἵ τε γυναῖκες αὐτοῖς τολμηρῶς ξυνεπελάβοντο βάλλουσαι ἀπὸ τῶν οἰκιῶν τῷ κεράμῳ καὶ παρὰ φύσιν ὑπομένουσαι τὸν θόρυβον.
また女たちも、家々から瓦を投げつけ、女の身に似合わず騒乱に耐えながら、勇敢に民衆を援助した。
§3.74.2γενομένης δὲ τῆς τροπῆς περὶ δείλην ὀψίαν, δείσαντες οἱ ὀλίγοι μὴ αὐτοβοεὶ ὁ δῆμος τοῦ τε νεωρίου κρατήσειεν ἐπελθὼν καὶ σφᾶς διαφθείρειεν, ἐμπιπρᾶσι τὰς οἰκίας τὰς ἐν κύκλῳ τῆς ἀγορᾶς καὶ τὰς ξυνοικίας, ὅπως μὴ ᾖ ἔφοδος, φειδόμενοι οὔτε οἰκείας οὔτε ἀλλοτρίας, ὥστε καὶ χρήματα πολλὰ ἐμπόρων κατεκαύθη καὶ ἡ πόλις ἐκινδύνευσε πᾶσα διαφθαρῆναι, εἰ ἄνεμος ἐπεγένετο τῇ φλογὶ ἐπίφορος ἐς αὐτήν.
夕方遅くに敗走が始まると、少数者たちは、民衆が攻め寄せて一挙に造船所を占領し自分たちを皆殺しにするのではないかと恐れ、進撃路をなくすために、自分の家であるか他人の家であるかを問わず容赦なく、広場の周囲の家々や共同住宅に火を放った。 そのため、商人の多くの財貨も焼け落ち、もし風が吹いて炎を都市のほうへと煽っていたならば、都市全体が破滅する危機に瀕した。
§3.74.3καὶ οἱ μὲν παυσάμενοι τῆς μάχης ὡς ἑκάτεροι ἡσυχάσαντες τὴν νύκτα ἐν φυλακῇ ἦσαν·
そして双方は戦闘をやめて、夜の間は静まり返り、それぞれ警戒体制に入った。
καὶ ἡ Κορινθία ναῦς τοῦ δήμου κεκρατηκότος ὑπεξανήγετο, καὶ τῶν ἐπικούρων οἱ πολλοὶ ἐς τὴν ἤπειρον λαθόντες διεκομίσθησαν.
民衆が勝利を収めたため、コリントスの船は密かに出航し、傭兵たちの多くも人目を盗んで大陸へと逃れていった。