§3.72.1ἐλθόντων δὲ οἱ Ἀθηναῖοι τούς τε πρέσβεις ὡς νεωτερίζοντας ξυλλαβόντες, καὶ ὅσους ἔπεισαν, κατέθεντο ἐς Αἴγιναν.
彼らが到着すると、アテナイ人は使節たちを、国家体制を転覆させようとする者たちとして逮捕し、彼らが説得したすべての人々をもアイギナに抑留した。
§3.72.2ἐν δὲ τούτῳ τῶν Κερκυραίων οἱ ἔχοντες τὰ πράγματα ἐλθούσης τριήρους Κορινθίας καὶ Λακεδαιμονίων πρέσβεων ἐπιτίθενται τῷ δήμῳ, καὶ μαχόμενοι ἐνίκησαν.
その間に、ケルキュラ人で実権を握る者たちは、コリントスの三段櫂船とラケダイモン人の使節たちが到着すると、民衆に襲いかかり、戦闘で勝利を収めた。
§3.72.3ἀφικομένης δὲ νυκτὸς ὁ μὲν δῆμος ἐς τὴν ἀκρόπολιν καὶ τὰ μετέωρα τῆς πόλεως καταφεύγει καὶ αὐτοῦ ξυλλεγεὶς ἱδρύθη, καὶ τὸν Ὑλλαϊκὸν λιμένα εἶχον·
夜が訪れると、民衆はアクロポリスと市内の高台へと逃れ、そこに集結して陣を敷き、ヒュライコス港を確保した。
οἱ δὲ τήν τε ἀγορὰν κατέλαβον, οὗπερ οἱ πολλοὶ ᾤκουν αὐτῶν, καὶ τὸν λιμένα τὸν πρὸς αὐτῇ καὶ πρὸς τὴν ἤπειρον.
一方、彼ら(寡頭派)は、自分たちの多くが居住していた広場と、その広場に隣接し、大陸に面した港を占領した。