§3.72.1ἐλθόντων δὲ οἱ Ἀθηναῖοι τούς τε πρέσβεις ὡς νεωτερίζοντας ξυλλαβόντες, καὶ ὅσους ἔπεισαν, κατέθεντο ἐς Αἴγιναν.
When they arrived, the Athenians arrested the ambassadors as revolutionists, and also detained all those whom they had persuaded, placing them in Aegina.
§3.72.2ἐν δὲ τούτῳ τῶν Κερκυραίων οἱ ἔχοντες τὰ πράγματα ἐλθούσης τριήρους Κορινθίας καὶ Λακεδαιμονίων πρέσβεων ἐπιτίθενται τῷ δήμῳ, καὶ μαχόμενοι ἐνίκησαν.
Meanwhile, those of the Corcyraeans who held power, on the arrival of a Corinthian trireme and Lacedaemonian ambassadors, attacked the commons, and defeated them in battle.
§3.72.3ἀφικομένης δὲ νυκτὸς ὁ μὲν δῆμος ἐς τὴν ἀκρόπολιν καὶ τὰ μετέωρα τῆς πόλεως καταφεύγει καὶ αὐτοῦ ξυλλεγεὶς ἱδρύθη, καὶ τὸν Ὑλλαϊκὸν λιμένα εἶχον· οἱ δὲ τήν τε ἀγορὰν κατέλαβον, οὗπερ οἱ πολλοὶ ᾤκουν αὐτῶν, καὶ τὸν λιμένα τὸν πρὸς αὐτῇ καὶ πρὸς τὴν ἤπειρον.
When night came on, the commons fled to the acropolis and the high parts of the city, and having assembled there, established themselves, and they also held the Hyllaic harbour; while the other party seized the market-place, where most of them lived, and the harbour adjacent to it and facing the continent.