§3.5.1οἱ δ’ ἐκ τῶν Ἀθηνῶν πρέσβεις ὡς οὐδὲν ἦλθον πράξαντες, ἐς πόλεμον καθίσταντο οἱ Μυτιληναῖοι καὶ ἡ ἄλλη Λέσβος πλὴν Μηθύμνης·
アテナイからの使節たちが何の成果も得ずに戻ってくると、ミュティレネ人と、メテュムナを除くレスボス島のその他の住民は、戦争状態に入った。
οὗτοι δὲ τοῖς Ἀθηναίοις ἐβεβοηθήκεσαν, καὶ Ἴμβριοι καὶ Λήμνιοι καὶ τῶν ἄλλων ὀλίγοι τινὲς ξυμμάχων.
これら(メテュムナ人)はアテナイ人を救援しており、インブロス人、レムノス人、およびその他の同盟国の一部も同様であった。
§3.5.2καὶ ἔξοδον μέν τινα πανδημεὶ ἐποιήσαντο οἱ Μυτιληναῖοι ἐπὶ τὸ τῶν Ἀθηναίων στρατόπεδον, καὶ μάχη ἐγένετο, ἐν ᾗ οὐκ ἔλασσον ἔχοντες οἱ Μυτιληναῖοι οὔτε ἐπηυλίσαντο οὔτε ἐπίστευσαν σφίσιν αὐτοῖς, ἀλλ’ ἀνεχώρησαν·
そしてミュティレネ人たちは総出でアテナイ人の陣営に対して出撃を行い、戦闘が起こったが、その中でミュティレネ人たちは互角以上の戦いをしたものの、戦場に露営することもなく、自分たちに自信を持つこともできずに退却した。
ἔπειτα οἱ μὲν ἡσύχαζον, ἐκ Πελοποννήσου καὶ μετ’ ἄλλης παρασκευῆς βουλόμενοι εἰ προσγένοιτό τι κινδυνεύειν·
その後、彼らはペロポネソスから何らかの救援が加わるか、あるいはその他の軍備が整った上で戦うことを望んで、静観していた。
καὶ γὰρ αὐτοῖς Μελέας Λάκων ἀφικνεῖται καὶ Ἑρμαιώνδας Θηβαῖος, οἳ προαπεστάλησαν μὲν τῆς ἀποστάσεως, φθάσαι δὲ οὐ δυνάμενοι τὸν τῶν Ἀθηναίων ἐπίπλουν κρύφα μετὰ τὴν μάχην ὕστερον ἐσπλέουσι τριήρει, καὶ παρῄνουν πέμπειν τριήρη ἄλλην καὶ πρέσβεις μεθ’ ἑαυτῶν· καὶ ἐκπέμπουσιν.
というのも、ラコニア人のメレアスとテーバイ人のヘルマイオンダスが彼らのもとに到着したからである。 この二人は反乱に先立って派遣されていたのだが、アテナイ人の来航に先んずることができず、戦闘の後に密かに三段櫂船で入港したのであった。 そして、自分たちと共にもう一隻の三段櫂船と使節を派遣するように勧め、彼らはこれを派遣した。