§3.5.1οἱ δ’ ἐκ τῶν Ἀθηνῶν πρέσβεις ὡς οὐδὲν ἦλθον πράξαντες, ἐς πόλεμον καθίσταντο οἱ Μυτιληναῖοι καὶ ἡ ἄλλη Λέσβος πλὴν Μηθύμνης· οὗτοι δὲ τοῖς Ἀθηναίοις ἐβεβοηθήκεσαν, καὶ Ἴμβριοι καὶ Λήμνιοι καὶ τῶν ἄλλων ὀλίγοι τινὲς ξυμμάχων.
When the ambassadors from Athens returned having accomplished nothing, the Mytilaeneans and the rest of Lesbos, except Methymna, entered into war; the latter had come to the aid of the Athenians, as had also the Imbrians, the Lemnians, and a few of the other allies.
§3.5.2καὶ ἔξοδον μέν τινα πανδημεὶ ἐποιήσαντο οἱ Μυτιληναῖοι ἐπὶ τὸ τῶν Ἀθηναίων στρατόπεδον, καὶ μάχη ἐγένετο, ἐν ᾗ οὐκ ἔλασσον ἔχοντες οἱ Μυτιληναῖοι οὔτε ἐπηυλίσαντο οὔτε ἐπίστευσαν σφίσιν αὐτοῖς, ἀλλ’ ἀνεχώρησαν·
And the Mytilaeneans made a sally with their entire force against the camp of the Athenians, and a battle took place, in which the Mytilaeneans, although they had the better of it, neither bivouacked on the field nor trusted in themselves, but withdrew.
ἔπειτα οἱ μὲν ἡσύχαζον, ἐκ Πελοποννήσου καὶ μετ’ ἄλλης παρασκευῆς βουλόμενοι εἰ προσγένοιτό τι κινδυνεύειν·
After this they remained quiet, wishing to risk a battle only if some reinforcement from the Peloponnese and with other preparation should be added to them.
καὶ γὰρ αὐτοῖς Μελέας Λάκων ἀφικνεῖται καὶ Ἑρμαιώνδας Θηβαῖος, οἳ προαπεστάλησαν μὲν τῆς ἀποστάσεως, φθάσαι δὲ οὐ δυνάμενοι τὸν τῶν Ἀθηναίων ἐπίπλουν κρύφα μετὰ τὴν μάχην ὕστερον ἐσπλέουσι τριήρει, καὶ παρῄνουν πέμπειν τριήρη ἄλλην καὶ πρέσβεις μεθ’ ἑαυτῶν· καὶ ἐκπέμπουσιν.
For indeed, Meleas, a Laconian, and Hermaeondas, a Theban, arrived to them; these men had been sent out before the revolt, but being unable to anticipate the arrival of the Athenian fleet, they sailed in secretly in a trireme after the battle, and advised them to send another trireme and ambassadors along with themselves; and they dispatched them.