§3.47.1‘ὑμεῖς δὲ σκέψασθε ὅσον ἂν καὶ τοῦτο ἁμαρτάνοιτε Κλέωνι πειθόμενοι.
「しかしあなた方は、クレオンに従うならば、この点でもいかに大きな過ちを犯すことになるか、よく考えてみなさい。
§3.47.2νῦν μὲν γὰρ ὑμῖν ὁ δῆμος ἐν πάσαις ταῖς πόλεσιν εὔνους ἐστί, καὶ ἢ οὐ ξυναφίσταται τοῖς ὀλίγοις ἤ, ἐὰν βιασθῇ, ὑπάρχει τοῖς ἀποστήσασι πολέμιος εὐθύς, καὶ τῆς ἀντικαθισταμένης πόλεως τὸ πλῆθος ξύμμαχον ἔχοντες ἐς πόλεμον ἐπέρχεσθε.
今や、すべての都市において民衆はあなた方に好意的であり、少数者に加担して反乱を起こさないか、あるいは強制されて反乱に加わったとしても、すぐに反乱の首謀者たちに対して敵意を抱くようになります。 それゆえ、あなた方は敵対する都市の民衆を味方につけて、戦争を進めることができるのです。
§3.47.3εἰ δὲ διαφθερεῖτε τὸν δῆμον τὸν Μυτιληναίων, ὃς οὔτε μετέσχε τῆς ἀποστάσεως, ἐπειδή τε ὅπλων ἐκράτησεν, ἑκὼν παρέδωκε τὴν πόλιν, πρῶτον μὲν ἀδικήσετε τοὺς εὐεργέτας κτείνοντες, ἔπειτα καταστήσετε τοῖς δυνατοῖς τῶν ἀνθρώπων ὃ βούλονται μάλιστα·
しかし、もしミュティレネの民衆を抹殺するならば――彼らは反乱に加わらなかったばかりか、武器を手にするやいなや、自発的に都市をあなた方に引き渡したのです――、第一に、あなた方は恩人を殺害するという不正を犯すことになり、第二に、有力な者たちが最も望んでいる状況を作り出すことになります。
ἀφιστάντες γὰρ τὰς πόλεις τὸν δῆμον εὐθὺς ξύμμαχον ἕξουσι, προδειξάντων ὑμῶν τὴν αὐτὴν ζημίαν τοῖς τε ἀδικοῦσιν ὁμοίως κεῖσθαι καὶ τοῖς μή.
というのも、彼らが都市を反乱へと駆り立てる際、民衆をすぐに味方に抱き込むことができるようになるからです。 罪を犯した者にも犯していない者にも、まったく同じ刑罰が科されるのだということを、あなた方があらかじめ示してしまっているのですから。
§3.47.4δεῖ δέ, καὶ εἰ ἠδίκησαν, μὴ προσποιεῖσθαι, ὅπως ὃ μόνον ἡμῖν ἔτι ξύμμαχόν ἐστι μὴ πολέμιον γένηται.
たとえ彼らが罪を犯したのだとしても、我々にまだ残されている唯一の味方を敵に回さないために、気づかないふりをするべきなのです。
§3.47.5καὶ τοῦτο πολλῷ ξυμφορώτερον ἡγοῦμαι ἐς τὴν κάθεξιν τῆς ἀρχῆς, ἑκόντας ἡμᾶς ἀδικηθῆναι ἢ δικαίως οὓς μὴ δεῖ διαφθεῖραι·
そして帝国の維持のためには、滅ぼすべきではない人々を正義の名のもとに抹殺するよりも、我々が自ら進んで不正を甘受する方が、はるかに有益であると私は考えます。
καὶ τὸ Κλέωνος τὸ αὐτὸ δίκαιον καὶ ξύμφορον τῆς τιμωρίας οὐχ εὑρίσκεται ἐν αὐτῷ δυνατὸν ὂν ἅμα γίγνεσθαι.
クレオンが主張する、処罰における『正義と利益の両立』は、その中では同時に成り立ち得ないことがわかるのです。 」