Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.47.1-3.47.5

告诫不可离间各邦平民并警惕寡头得利

第 296 段,共 917 段 · 希腊语

内容简介

狄奥多图斯指出各邦平民皆对雅典怀有好意,并警告说,如果处死无辜的米蒂利尼平民,将会失去唯一的盟友,反而对寡头有利。

§3.47.1‘ὑμεῖς δὲ σκέψασθε ὅσον ἂν καὶ τοῦτο ἁμαρτάνοιτε Κλέωνι πειθόμενοι.
“而你们应当考虑,如果听从克里昂,在这个问题上你们也会犯下多么大的错误。
§3.47.2νῦν μὲν γὰρ ὑμῖν ὁ δῆμος ἐν πάσαις ταῖς πόλεσιν εὔνους ἐστί, καὶ ἢ οὐ ξυναφίσταται τοῖς ὀλίγοις ἤ, ἐὰν βιασθῇ, ὑπάρχει τοῖς ἀποστήσασι πολέμιος εὐθύς, καὶ τῆς ἀντικαθισταμένης πόλεως τὸ πλῆθος ξύμμαχον ἔχοντες ἐς πόλεμον ἐπέρχεσθε.
因为现在,在所有的城邦中,平民都对你们怀有好意,他们要么不和少数寡头一起叛乱,要么在被迫参与后,也会立刻对发起叛乱的人抱持敌意。 因此,当你们去作战时,你们能将敌对城邦的平民作为盟友。
§3.47.3εἰ δὲ διαφθερεῖτε τὸν δῆμον τὸν Μυτιληναίων, ὃς οὔτε μετέσχε τῆς ἀποστάσεως, ἐπειδή τε ὅπλων ἐκράτησεν, ἑκὼν παρέδωκε τὴν πόλιν, πρῶτον μὲν ἀδικήσετε τοὺς εὐεργέτας κτείνοντες, ἔπειτα καταστήσετε τοῖς δυνατοῖς τῶν ἀνθρώπων ὃ βούλονται μάλιστα·
但如果你们消灭米蒂利尼的平民——他们既未参与叛乱,又在掌握武器后自愿将城市交还——那么,首先,你们杀害自己的恩人,将是不义的;其次,你们将为那些有权势的人提供他们最想要的机会。
ἀφιστάντες γὰρ τὰς πόλεις τὸν δῆμον εὐθὺς ξύμμαχον ἕξουσι, προδειξάντων ὑμῶν τὴν αὐτὴν ζημίαν τοῖς τε ἀδικοῦσιν ὁμοίως κεῖσθαι καὶ τοῖς μή.
因为当他们煽动城邦叛乱时,立刻就能得到平民作为盟友,因为你们已经预先昭示:对于有罪者和无罪者,所设定的惩罚是完全一样的。
§3.47.4δεῖ δέ, καὶ εἰ ἠδίκησαν, μὴ προσποιεῖσθαι, ὅπως ὃ μόνον ἡμῖν ἔτι ξύμμαχόν ἐστι μὴ πολέμιον γένηται.
而且,即使他们真的犯了罪,我们也应当装作不知,以免那唯一还属于我们的同盟者变成我们的敌人。
§3.47.5καὶ τοῦτο πολλῷ ξυμφορώτερον ἡγοῦμαι ἐς τὴν κάθεξιν τῆς ἀρχῆς, ἑκόντας ἡμᾶς ἀδικηθῆναι ἢ δικαίως οὓς μὴ δεῖ διαφθεῖραι·
我认为,为了维持我们的帝国,我们自愿承受不义,远比我们在名义上合理地去消灭那些不该消灭的人要有利得多。
καὶ τὸ Κλέωνος τὸ αὐτὸ δίκαιον καὶ ξύμφορον τῆς τιμωρίας οὐχ εὑρίσκεται ἐν αὐτῷ δυνατὸν ὂν ἅμα γίγνεσθαι.
至于克里昂所坚称的这种惩罚既公正又有利的说法,事实证明这两者在其中是不可能同时并存的。 ”

词汇与语法注释

  1. 3.47.1ὅσον ἂν καὶ τοῦτο ἁμαρτάνοιτε — 由 ὅσον(意为“多么大”)引导的间接疑问句中使用了“希求语气 + ἄν”(ἁμαρτάνοιτε ἄν),表示潜在可能性或推测。其条件蕴含在分词 πειθόμενοι(“如果听从”)中。
  2. 3.47.3προδειξάντων ὑμῶν — 属格绝对结构(由分词 προδειξάντων 和代名词 ὑμῶν 构成),在此处表示原因(“因为你们已经预先昭示”)。
  3. 3.47.4μὴ προσποιεῖσθαι — 受非人称动词 δεῖ 支配的不定式。动词 προσποιέομαι(意为“声称、装作”)与否定词 μή 连用,在此处表示“装作不知、不予理会、宽容”的特殊含义。
  4. 3.47.5ἑκόντας ἡμᾶς ἀδικηθῆναι — 作为动词 ἡγοῦμαι 宾语的“对格 + 不定式”结构。形容词 ἑκόντας 作为表语与受动语态不定式 ἀδικηθῆναι(“遭受不义”)的主格对格 ἡμᾶς 一致,意为“我们自愿承受不义”。
  5. 3.47.5οὐχ εὑρίσκεται ... δυνατὸν ὂν — 动词 εὑρίσκω 伴随分词 ὄν(δυνατὸν ὄν)使用的结构,表示“被发现是……”。由于带有否定词 οὐχ,其意为“被发现是不可能的(证明无法并存)”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.47.1-3.47.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.47.1-3.47.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。