Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.38.1-3.38.7

克里昂批评雅典人沉迷辩辞与拖延决议

第 287 段,共 917 段 · 希腊语

内容简介

克里昂批评推迟执行惩罚的行为,并严厉谴责雅典公民容易被新颖的辞令所迷惑而忽视实际事务的态度。

§3.38.1‘ἐγὼ μὲν οὖν ὁ αὐτός εἰμι τῇ γνώμῃ καὶ θαυμάζω μὲν τῶν προθέντων αὖθις περὶ Μυτιληναίων λέγειν καὶ χρόνου διατριβὴν ἐμποιησάντων, ὅ ἐστι πρὸς τῶν ἠδικηκότων μᾶλλον (ὁ γὰρ παθὼν τῷ δράσαντι ἀμβλυτέρᾳ τῇ ὀργῇ ἐπεξέρχεται, ἀμύνεσθαι δὲ τῷ παθεῖν ὅτι ἐγγυτάτω κείμενον ἀντίπαλον ὂν μάλιστα τὴν τιμωρίαν ἀναλαμβάνει), θαυμάζω δὲ καὶ ὅστις ἔσται ὁ ἀντερῶν καὶ ἀξιώσων ἀποφαίνειν τὰς μὲν Μυτιληναίων ἀδικίας ἡμῖν ὠφελίμους οὔσας, τὰς δ’ ἡμετέρας ξυμφορὰς τοῖς ξυμμάχοις βλάβας καθισταμένας.
“就我个人而言,我的看法依然没有改变。 我对那些提出重新讨论米蒂利尼人问题并造成拖延时间的人感到惊讶,因为这种拖延对作恶者更为有利(因为受害者在愤怒消退后才去追究施害者,而尽可能在受害后立即进行报复,作为平等的还击,能最有效地挽回惩罚的效果)。 我也很惊讶,谁会是那个起而反对、并企图证明米蒂利尼人的罪行对我们有益、而我们的不幸反而是盟友的损失的人。
§3.38.2καὶ δῆλον ὅτι ἢ τῷ λέγειν πιστεύσας τὸ πάνυ δοκοῦν ἀνταποφῆναι ὡς οὐκ ἔγνωσται ἀγωνίσαιτ’ ἄν, ἢ κέρδει ἐπαιρόμενος τὸ εὐπρεπὲς τοῦ λόγου ἐκπονήσας παράγειν πειράσεται.
显然,这样的人要么是凭仗着口才,企图通过争辩来证明已经完全决定的事情尚未决定,要么是受利益诱惑,通过精心炮制华丽的辞藻来企图迷惑你们。
§3.38.3ἡ δὲ πόλις ἐκ τῶν τοιῶνδε ἀγώνων τὰ μὲν ἆθλα ἑτέροις δίδωσιν, αὐτὴ δὲ τοὺς κινδύνους ἀναφέρει.
然而,在这样的竞争中,城邦将奖赏拱手让给他人,自己却承担着危险。
§3.38.4αἴτιοι δ’ ὑμεῖς κακῶς ἀγωνοθετοῦντες, οἵτινες εἰώθατε θεαταὶ μὲν τῶν λόγων γίγνεσθαι, ἀκροαταὶ δὲ τῶν ἔργων, τὰ μὲν μέλλοντα ἔργα ἀπὸ τῶν εὖ εἰπόντων σκοποῦντες ὡς δυνατὰ γίγνεσθαι, τὰ δὲ πεπραγμένα ἤδη, οὐ τὸ δρασθὲν πιστότερον ὄψει λαβόντες ἢ τὸ ἀκουσθέν, ἀπὸ τῶν λόγῳ καλῶς ἐπιτιμησάντων·
而这责任在于你们这些糟糕的竞赛裁判,你们习惯于成为言辞的观众和行动的听众。 对于将来的行动,你们根据那些善于辞令者的说法来判断其可行性;而对于已经发生的事情,你们不以亲眼所见的行动事实比听到的传言更为可信,反而听信那些在言辞中巧妙指责的人。
§3.38.5καὶ μετὰ καινότητος μὲν λόγου ἀπατᾶσθαι ἄριστοι, μετὰ δεδοκιμασμένου δὲ μὴ ξυνέπεσθαι ἐθέλειν, δοῦλοι ὄντες τῶν αἰεὶ ἀτόπων, ὑπερόπται δὲ τῶν εἰωθότων,
你们最善于因新颖的言辞而被欺骗,却不愿追随已经过检验的事物。 你们是各种新奇事物的奴隶,却是习惯事物的蔑视者。
§3.38.6καὶ μάλιστα μὲν αὐτὸς εἰπεῖν ἕκαστος βουλόμενος δύνασθαι, εἰ δὲ μή, ἀνταγωνιζόμενοι τοῖς τοιαῦτα λέγουσι μὴ ὕστεροι ἀκολουθῆσαι δοκεῖν τῇ γνώμῃ, ὀξέως δέ τι λέγοντος προεπαινέσαι, καὶ προαισθέσθαι τε πρόθυμοι εἶναι τὰ λεγόμενα καὶ προνοῆσαι βραδεῖς τὰ ἐξ αὐτῶν ἀποβησόμενα,
你们每个人尤其希望自己能够发表高见,若不能,也想与那些发表此类演说的人竞争,不想在理解上显得落后于人;只要有人说得敏捷,你们便抢先喝彩,热切地去预知将要说出的话,却迟于预见由此产生的后果。
§3.38.7ζητοῦντές τε ἄλλο τι ὡς εἰπεῖν ἢ ἐν οἷς ζῶμεν, φρονοῦντες δὲ οὐδὲ περὶ τῶν παρόντων ἱκανῶς·
可以说,你们在追求有别于我们生活现实的其他东西,甚至对眼前的事务也没有进行充分的思考。
ἁπλῶς τε ἀκοῆς ἡδονῇ ἡσσώμενοι καὶ σοφιστῶν θεαταῖς ἐοικότες καθημένοις μᾶλλον ἢ περὶ πόλεως βουλευομένοις.
简而言之,你们屈服于听觉的快乐,更像是在座看诡辩家表演的观众,而不是在商讨城邦大事的人。 ”

词汇与语法注释

  1. §3.38.1τῷ παθεῖν ὅτι ἐγγυτάτω κείμενον — 冠词性不定式 `τῷ παθεῖν`(遭受,受害)受到分词短语 `ὅτι ἐγγυτάτω κείμενον`(置于尽可能接近的地方)的修饰,充当表示时间临近性的名词性短语。在某些文本中也存在属格形式 `τοῦ παθεῖν` 的异读。
  2. §3.38.4θεαταὶ μὲν τῶν λόγων γίγνεσθαι, ἀκροαταὶ δὲ τῶν ἔργων — 有意的配对颠倒:通常人们应当是言辞的“听众”(`ἀκροατής`)和行动的“观众”(`θεατής`)。克里昂故意将两者颠倒,以讽刺雅典人扭曲的智识审美主义。
  3. §3.38.6καὶ μάλιστα μὲν αὐτὸς εἰπεῖν ἕκαστος βουλόμενος δύνασθαι — 从 §3.38.6 到 §3.38.7 的整个句群中缺少主句的限定动词,而是由一系列修饰主语 `ὑμεῖς` 的主格分词(如 `βουλόμενος`、`ζητοῦντες`、`ἡσσώμενοι` 等)构成。不定式 `δύνασθαι` 依附于 `βουλόμενος`,充当补充性不定式。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.38.1-3.38.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.38.1-3.38.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。