§3.109.1Μενεδάϊος δὲ τῇ ὑστεραίᾳ Εὐρυλόχου τεθνεῶτος καὶ Μακαρίου αὐτὸς παρειληφὼς τὴν ἀρχὴν καὶ ἀπορῶν μεγάλης ἥσσης γεγενημένης ὅτῳ τρόπῳ ἢ μένων πολιορκήσεται ἔκ τε γῆς καὶ ἐκ θαλάσσης ταῖς Ἀττικαῖς ναυσὶν ἀποκεκλῃμένος ἢ καὶ ἀναχωρῶν διασωθήσεται, προσφέρει λόγον περὶ σπονδῶν καὶ ἀναχωρήσεως Δημοσθένει καὶ τοῖς Ἀκαρνάνων στρατηγοῖς, καὶ περὶ νεκρῶν ἅμα ἀναιρέσεως.
翌日、メネダイオスは、エウリュロコスとマカリオスが戦死したため自ら指揮権を引き継いだが、大敗を喫した今、踏みとどまってアッティカの船団によって陸からも海からも遮断されて包囲されるべきか、あるいは退却して一命を取り留めるべきか、その方法に窮し、デモステネスとアカルナニア人の将軍たちに、休戦協定と退却についての交渉を申し入れ、同時に死体の回収についても申し出た。
§3.109.2οἱ δὲ νεκροὺς μὲν ἀπέδοσαν καὶ τροπαῖον αὐτοὶ ἔστησαν καὶ τοὺς ἑαυτῶν τριακοσίους μάλιστα ἀποθανόντας ἀνείλοντο, ἀναχώρησιν δὲ ἐκ μὲν τοῦ προφανοῦς οὐκ ἐσπείσαντο ἅπασι, κρύφα δὲ Δημοσθένης μετὰ τῶν ξυστρατήγων Ἀκαρνάνων σπένδονται Μαντινεῦσι καὶ Μενεδαΐῳ καὶ τοῖς ἄλλοις ἄρχουσι τῶν Πελοποννησίων καὶ ὅσοι αὐτῶν ἦσαν ἀξιολογώτατοι ἀποχωρεῖν κατὰ τάχος, βουλόμενος ψιλῶσαι τοὺς Ἀμπρακιώτας τε καὶ τὸν μισθοφόρον ὄχλον [τὸν ξενικόν], μάλιστα δὲ Λακεδαιμονίους καὶ Πελοποννησίους διαβαλεῖν ἐς τοὺς ἐκείνῃ χρῄζων Ἕλληνας ὡς καταπροδόντες τὸ ἑαυτῶν προυργιαίτερον ἐποιήσαντο.
彼らは死体を引き渡し、自分たちも戦勝記念碑を建てて、約三百人におよぶ自分たちの戦死者を回収した。 しかし、公然たる退却の協定は全員に対しては結ばず、デモステネスはアカルナニア人の共同将軍たちとともに、秘密裏にマンティネイア人、メネダイオス、その他のペロポネソス人の指揮官たち、およびその中で最も地位の高い者たちと、速やかに立ち退くという協定を結んだ。 これはアンプラキア人と外人傭兵の群衆を孤立させることを望み、とりわけ、ラケダイモン人とペロポネソス人が裏切って自分たちの都合を優先したのだと、あの地域のギリシア人たちに対して彼らを誹謗することを望んだからであった。
§3.109.3καὶ οἱ μὲν τούς τε νεκροὺς ἀνείλοντο καὶ διὰ τάχους ἔθαπτον, ὥσπερ ὑπῆρχε, καὶ τὴν ἀποχώρησιν κρύφα οἷς ἐδέδοτο ἐπεβούλευον·
そこで、彼らは死体を回収し、状況が許す限り大急ぎで埋葬し、退却の許可を与えられた者たちは秘密裏に退却を計画した。