§3.107.1γενόμενοι δὲ ἁθρόοι ἅμα τῇ ἡμέρᾳ καθίζουσιν ἐπὶ τὴν Μητρόπολιν καλουμένην καὶ στρατόπεδον ἐποιήσαντο.
合流した彼らは、夜明けとともに「メトロポリス」と呼ばれる場所に陣取り、陣営を設けた。
Ἀθηναῖοι δὲ ταῖς εἴκοσι ναυσὶν οὐ πολλῷ ὕστερον παραγίγνονται ἐς τὸν Ἀμπρακικὸν κόλπον βοηθοῦντες τοῖς Ἀργείοις, καὶ Δημοσθένης Μεσσηνίων μὲν ἔχων διακοσίους ὁπλίτας, ἑξήκοντα δὲ τοξότας Ἀθηναίων.
それから間もなく、アテナイ人たちもアルゴス人を救援するために20隻の船とともにアンプラキア湾に到着した。 そしてデモステネスも、メッセニア人の重装歩兵200名とアテナイ人の射手60名を率いて到着した。
§3.107.2καὶ αἱ μὲν νῆες περὶ τὰς Ὄλπας τὸν λόφον ἐκ θαλάσσης ἐφώρμουν·
そして船は海上からオルパイの丘の周辺を封鎖した。
οἱ δὲ Ἀκαρνᾶνες καὶ Ἀμφιλόχων ὀλίγοι (οἱ γὰρ πλείους ὑπὸ Ἀμπρακιωτῶν βίᾳ κατείχοντο) ἐς τὸ Ἄργος ἤδη ξυνεληλυθότες παρεσκευάζοντο ὡς μαχούμενοι τοῖς ἐναντίοις, καὶ ἡγεμόνα τοῦ παντὸς ξυμμαχικοῦ αἱροῦνται Δημοσθένη μετὰ τῶν σφετέρων στρατηγῶν.
一方、アカルナニア人たちと少数のアンピロコス人たち(大部分はアンプラキア人によって力ずくで抑え込まれていたからである)は、すでにアルゴスに集結しており、敵と戦う準備をしていた。 そして彼らは、自分たちの将軍たちとともに、全同盟軍の指揮官にデモステネスを選出した。
§3.107.3ὁ δὲ προσαγαγὼν ἐγγὺς τῆς Ὄλπης ἐστρατοπεδεύσατο, χαράδρα δ’ αὐτοὺς μεγάλη διεῖργεν.
デモステネスは軍を進めてオルパイの近くに陣を張ったが、大きな谷が双方を隔てていた。
καὶ ἡμέρας μὲν πέντε ἡσύχαζον, τῇ δ’ ἕκτῃ ἐτάσσοντο ἀμφότεροι ὡς ἐς μάχην.
5日間は双方が静穏を保っていたが、6日目に双方は戦闘態勢に入った。
καὶ (μεῖζον γὰρ ἐγένετο καὶ περιέσχε τὸ τῶν Πελοποννησίων στρατόπεδον) ὁ Δημοσθένης δείσας μὴ κυκλωθῇ λοχίζει ἐς ὁδόν τινα κοίλην καὶ λοχμώδη ὁπλίτας καὶ ψιλοὺς ξυναμφοτέρους ἐς τετρακοσίους, ὅπως κατὰ τὸ ὑπερέχον τῶν ἐναντίων ἐν τῇ ξυνόδῳ αὐτῇ ἐξαναστάντες οὗτοι κατὰ νώτου γίγνωνται.
そして、ペロポネソス勢の軍の方が規模が大きく包囲する形をとっていたため、デモステネスは包囲されることを恐れて、窪んで藪の茂った道に重装歩兵と軽装歩兵を合わせて約400名、伏兵として配置した。 これは、激突のまさにその瞬間に彼らが立ち上がり、突出している敵の側面に立ちはだかって、背後に回り込めるようにするためであった。
§3.107.4ἐπεὶ δὲ παρεσκεύαστο ἀμφοτέροις, ᾖσαν ἐς χεῖρας, Δημοσθένης μὲν τὸ δεξιὸν κέρας ἔχων μετὰ Μεσσηνίων καὶ Ἀθηναίων ὀλίγων, τὸ δὲ ἄλλο Ἀκαρνᾶνες ὡς ἕκαστοι τεταγμένοι ἐπεῖχον, καὶ Ἀμφιλόχων οἱ παρόντες ἀκοντισταί, Πελοποννήσιοι δὲ καὶ Ἀμπρακιῶται ἀναμὶξ τεταγμένοι πλὴν Μαντινέων·
双方の準備が整うと、両軍は白兵戦に入った。 デモステネスはメッセニア人および少数のアテナイ人とともに右翼を占め、残りの戦列はアカルナニア人がそれぞれ整列して維持し、またアンピロコス人のその場にいた投槍兵たちも加わった。 ペロポネソス人とアンプラキア人は、マンティネイア人を除いて、混ざり合って整列していた。
οὗτοι δὲ ἐν τῷ εὐωνύμῳ μᾶλλον καὶ οὐ τὸ κέρας ἄκρον ἔχοντες ἁθρόοι ἦσαν, ἀλλ’ Εὐρύλοχος ἔσχατον εἶχε τὸ εὐώνυμον καὶ οἱ μετ’ αὐτοῦ, κατὰ Μεσσηνίους καὶ Δημοσθένη.
彼らはむしろ左翼寄りに、しかし翼の端を占めるのではなく集団で固まっていた。 これに対してエウリュロコスと彼の部下たちが最左翼を占め、メッセニア人およびデモステネスと対峙した。