§3.107.1γενόμενοι δὲ ἁθρόοι ἅμα τῇ ἡμέρᾳ καθίζουσιν ἐπὶ τὴν Μητρόπολιν καλουμένην καὶ στρατόπεδον ἐποιήσαντο.
双方合流后,在拂晓时分,他们在被称为“大都会”的地方驻扎并建立了营地。
Ἀθηναῖοι δὲ ταῖς εἴκοσι ναυσὶν οὐ πολλῷ ὕστερον παραγίγνονται ἐς τὸν Ἀμπρακικὸν κόλπον βοηθοῦντες τοῖς Ἀργείοις, καὶ Δημοσθένης Μεσσηνίων μὲν ἔχων διακοσίους ὁπλίτας, ἑξήκοντα δὲ τοξότας Ἀθηναίων.
不久之后,阿提那人带着二十艘船抵达阿姆布拉基亚湾,以援助阿耳戈斯人;德摩斯梯尼也到了,他率领着两百名麦塞尼亚重装步兵和六十名阿提那弓箭手。
§3.107.2καὶ αἱ μὲν νῆες περὶ τὰς Ὄλπας τὸν λόφον ἐκ θαλάσσης ἐφώρμουν· οἱ δὲ Ἀκαρνᾶνες καὶ Ἀμφιλόχων ὀλίγοι (οἱ γὰρ πλείους ὑπὸ Ἀμπρακιωτῶν βίᾳ κατείχοντο) ἐς τὸ Ἄργος ἤδη ξυνεληλυθότες παρεσκευάζοντο ὡς μαχούμενοι τοῖς ἐναντίοις, καὶ ἡγεμόνα τοῦ παντὸς ξυμμαχικοῦ αἱροῦνται Δημοσθένη μετὰ τῶν σφετέρων στρατηγῶν.
船只从海上封锁了奥尔派山丘;而阿卡纳尼亚人和少数安菲洛基亚人(因为大多数人被安布拉基亚人强行扣留)已经在阿耳戈斯集结,准备与敌人交战,他们推选德摩斯梯尼与他们自己的将军们共同担任整个盟军的指挥官。
§3.107.3ὁ δὲ προσαγαγὼν ἐγγὺς τῆς Ὄλπης ἐστρατοπεδεύσατο, χαράδρα δ’ αὐτοὺς μεγάλη διεῖργεν.
德摩斯梯尼率军推进,在奥尔派附近安营扎寨,一条大峡谷将他们隔开。
καὶ ἡμέρας μὲν πέντε ἡσύχαζον, τῇ δ’ ἕκτῃ ἐτάσσοντο ἀμφότεροι ὡς ἐς μάχην.
双方对峙了五天,未有动作,但在第六天,双方都摆开阵势准备交战。
καὶ (μεῖζον γὰρ ἐγένετο καὶ περιέσχε τὸ τῶν Πελοποννησίων στρατόπεδον) ὁ Δημοσθένης δείσας μὴ κυκλωθῇ λοχίζει ἐς ὁδόν τινα κοίλην καὶ λοχμώδη ὁπλίτας καὶ ψιλοὺς ξυναμφοτέρους ἐς τετρακοσίους, ὅπως κατὰ τὸ ὑπερέχον τῶν ἐναντίων ἐν τῇ ξυνόδῳ αὐτῇ ἐξαναστάντες οὗτοι κατὰ νώτου γίγνωνται.
由于伯罗奔尼撒人的军队规模更大且包围了他们,德摩斯梯尼担心被合围,于是在一条低洼且灌木丛生的道路上布置了伏兵,包括重装步兵和轻装步兵共约四百人,以便在交战的瞬间,这些伏兵能突然跃起,针对敌人突出的侧翼,绕到他们的后方。
§3.107.4ἐπεὶ δὲ παρεσκεύαστο ἀμφοτέροις, ᾖσαν ἐς χεῖρας, Δημοσθένης μὲν τὸ δεξιὸν κέρας ἔχων μετὰ Μεσσηνίων καὶ Ἀθηναίων ὀλίγων, τὸ δὲ ἄλλο Ἀκαρνᾶνες ὡς ἕκαστοι τεταγμένοι ἐπεῖχον, καὶ Ἀμφιλόχων οἱ παρόντες ἀκοντισταί, Πελοποννήσιοι δὲ καὶ Ἀμπρακιῶται ἀναμὶξ τεταγμένοι πλὴν Μαντινέων· οὗτοι δὲ ἐν τῷ εὐωνύμῳ μᾶλλον καὶ οὐ τὸ κέρας ἄκρον ἔχοντες ἁθρόοι ἦσαν, ἀλλ’ Εὐρύλοχος ἔσχατον εἶχε τὸ εὐώνυμον καὶ οἱ μετ’ αὐτοῦ, κατὰ Μεσσηνίους καὶ Δημοσθένη.
双方准备就绪后,便交起手来。 德摩斯梯尼率领麦塞尼亚人和少数阿提那人居于右翼,其余战线则由阿卡纳尼亚人按各自的编制列队驻守,以及在场的安菲洛基亚投枪兵。 伯罗奔尼撒人和安布拉基亚人混合排开,唯独曼提尼亚人除外;曼提尼亚人较多集中在左翼,但并未占据最极端的翼端,而是聚成一团;相反,欧律洛科斯及其部下占据了最左翼,正对着麦塞尼亚人和德摩斯梯尼。