§3.104.1τοῦ δ’ αὐτοῦ χειμῶνος καὶ Δῆλον ἐκάθηραν Ἀθηναῖοι κατὰ χρησμὸν δή τινα.
同じ冬、アテナイ人はある神託に従ってデロス島を浄化した。
ἐκάθηρε μὲν γὰρ καὶ Πεισίστρατος ὁ τύραννος πρότερον αὐτήν, οὐχ ἅπασαν, ἀλλ’ ὅσον ἀπὸ τοῦ ἱεροῦ ἐφεωρᾶτο τῆς νήσου·
というのも、かつて僭主ペイシストラトスもそれを浄化したからであるが、すべてではなく、島の神殿から見渡せる部分だけであった。
τότε δὲ πᾶσα ἐκαθάρθη τοιῷδε τρόπῳ.
だが今回は、次のような方法で島全体が浄化された。
§3.104.2θῆκαι ὅσαι ἦσαν τῶν τεθνεώτων ἐν Δήλῳ, πάσας ἀνεῖλον, καὶ τὸ λοιπὸν προεῖπον μήτε ἐναποθνῄσκειν ἐν τῇ νήσῳ μήτε ἐντίκτειν, ἀλλ’ ἐς τὴν Ῥήνειαν διακομίζεσθαι.
彼らはデロス島にあった死者の墓をすべて取り除き、今後は島内で死ぬことも出産することも許さず、レネイア島へ運ぶべきであると布告した。
ἀπέχει δὲ ἡ Ῥήνεια τῆς Δήλου οὕτως ὀλίγον ὥστε Πολυκράτης ὁ Σαμίων τύραννος ἰσχύσας τινὰ χρόνον ναυτικῷ καὶ τῶν τε ἄλλων νήσων ἄρξας καὶ τὴν Ῥήνειαν ἑλὼν ἀνέθηκε τῷ Ἀπόλλωνι τῷ Δηλίῳ ἁλύσει δήσας πρὸς τὴν Δῆλον.
レネイア島はデロス島から非常に近く、かつてサモスの僭主ポリュクラテスが海軍力で一時勢力を伸ばし、他の諸島を支配してレネイアを占領した際、鎖でデロス島に結びつけてアポロン・デリオスに捧げたほどである。
καὶ τὴν πεντετηρίδα τότε πρῶτον μετὰ τὴν κάθαρσιν ἐποίησαν οἱ Ἀθηναῖοι τὰ Δήλια.
そしてアテナイ人は、浄化ののち、このとき初めて4年に1度の祭典であるデリア祭を挙行した。
§3.104.3ἦν δέ ποτε καὶ τὸ πάλαι μεγάλη ξύνοδος ἐς τὴν Δῆλον τῶν Ἰώνων τε καὶ περικτιόνων νησιωτῶν·
かつて古くは、イオニア人や周辺の島々の住民による大規模な集会がデロス島で行われていた。
ξύν τε γὰρ γυναιξὶ καὶ παισὶν ἐθεώρουν, ὥσπερ νῦν ἐς τὰ Ἐφέσια Ἴωνες, καὶ ἀγὼν ἐποιεῖτο αὐτόθι καὶ γυμνικὸς καὶ μουσικός, χορούς τε ἀνῆγον αἱ πόλεις.
彼らは妻や子供たちを伴って、ちょうど現在イオニア人がエフェソス祭に参詣するように祭典を見物し、そこでは体育や文芸の競技が行われ、各都市は合唱舞踊を奉納した。
§3.104.4δηλοῖ δὲ μάλιστα Ὅμηρος ὅτι τοιαῦτα ἦν ἐν τοῖς ἔπεσι τοῖσδε, ἅ ἐστιν ἐκ προοιμίου Ἀπόλλωνος·
このようなことが行われていたことは、ホメロスが次の詩の中で特によく示している。 これらは『アポロンへの賛歌』からの一節である。
"
ἀλλ’ ὅτε Δήλῳ, Φοῖβε, μάλιστά γε θυμὸν ἐτέρφθης,
ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
σὺν σφοῖσιν τεκέεσσι γυναιξί τε σὴν ἐς ἀγυιάν·
"だが、フォイボスよ、あなたがデロス島で最もその心を楽しまれるとき、そこには裾の長い衣を着たイアオン人が、自らの子供たちや妻たちとともに、あなたの街路へと集まります。
ἔνθα σε πυγμαχίῃ τε καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ
μνησάμενοι τέρπουσιν, ὅταν καθέσωσιν ἀγῶνα.
そこでは彼らは拳闘や舞踊や歌によって、競技会を設けるとき、あなたを想い起こして楽しませるのです。
" §3.104.5ὅτι δὲ καὶ μουσικῆς ἀγὼν ἦν καὶ ἀγωνιούμενοι ἐφοίτων ἐν τοῖσδε αὖ δηλοῖ, ἅ ἐστιν ἐκ τοῦ αὐτοῦ προοιμίου·
"また、文芸の競技が行われ、競技者がそこを訪れていたことは、ホメロスがさらに次の詩で示している。 これらは同じ賛歌からの一節である。
τὸν γὰρ Δηλιακὸν χορὸν τῶν γυναικῶν ὑμνήσας ἐτελεύτα τοῦ ἐπαίνου ἐς τάδε τὰ ἔπη, ἐν οἷς καὶ ἑαυτοῦ ἐπεμνήσθη·
というのも、彼は女性たちのデロス合唱隊を称えた後、自らについて言及した次の詩句でその賛辞を締めくくっているからである。
"
ἀλλ’ ἄγεθ᾽, ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,
χαίρετε δ’ ὑμεῖς πᾶσαι.
"だが、さあ、アポロンがアルテミスとともに慈悲深くあられますように。 そして、あなたがた皆に挨拶を。
ἐμεῖο δὲ καὶ μετόπισθε
μνήσασθ᾽, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
ἐνθάδ’ ἀνείρηται ταλαπείριος ἄλλος ἐπελθών·
そして後日、地上の人間の誰か、他からやってきた辛抱強い旅人が、ここでこう尋ねたときには、私のことを思い出してください。
‘ὦ κοῦραι, τίς δ’ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;
『乙女たちよ、あなたがたのもとに通う歌い手のうち、誰が最も心地よく、誰によってあなたがたは最も楽しまされているか。
’
ὑμεῖς δ’ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως·
』あなたがたは皆、実に見事に、声を揃えて答えてください。
‘τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ.
『盲目の男で、険しいキオスに住んでいる。
’
"
』と。
§3.104.6τοσαῦτα μὲν Ὅμηρος ἐτεκμηρίωσεν ὅτι ἦν καὶ τὸ πάλαι μεγάλη ξύνοδος καὶ ἑορτὴ ἐν τῇ Δήλῳ·
"ホメロスはこれほど多くの証拠を挙げて、かつてデロス島で大規模な集会と祭典が行われていたことを証明した。
ὕστερον δὲ τοὺς μὲν χοροὺς οἱ νησιῶται καὶ οἱ Ἀθηναῖοι μεθ’ ἱερῶν ἔπεμπον, τὰ δὲ περὶ τοὺς ἀγῶνας καὶ τὰ πλεῖστα κατελύθη ὑπὸ ξυμφορῶν, ὡς εἰκός, πρὶν δὴ οἱ Ἀθηναῖοι τότε τὸν ἀγῶνα ἐποίησαν καὶ ἱπποδρομίας, ὃ πρότερον οὐκ ἦν.
しかし後になって、島民やアテナイ人は供物を伴う合唱隊を送ることは続けたものの、競技やその大部分は、当然予想されるように、不幸な出来事によって廃止されてしまった。 そしてついに、このときアテナイ人が、以前にはなかった競馬をも含めて、競技会を開催したのである。