§3.104.1τοῦ δ’ αὐτοῦ χειμῶνος καὶ Δῆλον ἐκάθηραν Ἀθηναῖοι κατὰ χρησμὸν δή τινα.
在同一个冬季,雅典人根据某条神谕净化了德罗斯岛。
ἐκάθηρε μὲν γὰρ καὶ Πεισίστρατος ὁ τύραννος πρότερον αὐτήν, οὐχ ἅπασαν, ἀλλ’ ὅσον ἀπὸ τοῦ ἱεροῦ ἐφεωρᾶτο τῆς νήσου· τότε δὲ πᾶσα ἐκαθάρθη τοιῷδε τρόπῳ.
因为僭主庇西特拉图以前也净化过它,但并非整座岛,而仅限于从神庙看得见的那部分岛屿;而这一次,整座岛是以如下方式被净化的。
§3.104.2θῆκαι ὅσαι ἦσαν τῶν τεθνεώτων ἐν Δήλῳ, πάσας ἀνεῖλον, καὶ τὸ λοιπὸν προεῖπον μήτε ἐναποθνῄσκειν ἐν τῇ νήσῳ μήτε ἐντίκτειν, ἀλλ’ ἐς τὴν Ῥήνειαν διακομίζεσθαι.
他们移除了德罗斯岛上所有死者的坟墓,并发出了此后既不得在岛上死去也不得在岛上生产、而应运往勒内亚岛的禁令。
ἀπέχει δὲ ἡ Ῥήνεια τῆς Δήλου οὕτως ὀλίγον ὥστε Πολυκράτης ὁ Σαμίων τύραννος ἰσχύσας τινὰ χρόνον ναυτικῷ καὶ τῶν τε ἄλλων νήσων ἄρξας καὶ τὴν Ῥήνειαν ἑλὼν ἀνέθηκε τῷ Ἀπόλλωνι τῷ Δηλίῳ ἁλύσει δήσας πρὸς τὴν Δῆλον.
勒内亚岛距离德罗斯岛如此之近,以至于萨摩斯的僭主波利克拉特斯在凭借海军强盛一时的时期,统治了其他岛屿并攻克勒内亚后,用铁链将其与德罗斯岛连在一起,奉献给德罗斯的阿波罗。
καὶ τὴν πεντετηρίδα τότε πρῶτον μετὰ τὴν κάθαρσιν ἐποίησαν οἱ Ἀθηναῖοι τὰ Δήλια.
而正是在这次净化之后,雅典人首次确立了每四年一度的德罗斯祭典。
§3.104.3ἦν δέ ποτε καὶ τὸ πάλαι μεγάλη ξύνοδος ἐς τὴν Δῆλον τῶν Ἰώνων τε καὶ περικτιόνων νησιωτῶν· ξύν τε γὰρ γυναιξὶ καὶ παισὶν ἐθεώρουν, ὥσπερ νῦν ἐς τὰ Ἐφέσια Ἴωνες, καὶ ἀγὼν ἐποιεῖτο αὐτόθι καὶ γυμνικὸς καὶ μουσικός, χορούς τε ἀνῆγον αἱ πόλεις.
在古时候,曾有伊奥尼亚人以及周围岛屿居民在德罗斯岛的大型聚会;因为他们携妻子和儿女一同前往观光,就像现在的伊奥尼亚人去参加以弗所祭典一样,那里也举行体育和文艺的竞技,各城邦也派去合唱队。
§3.104.4δηλοῖ δὲ μάλιστα Ὅμηρος ὅτι τοιαῦτα ἦν ἐν τοῖς ἔπεσι τοῖσδε, ἅ ἐστιν ἐκ προοιμίου Ἀπόλλωνος· "
ἀλλ’ ὅτε Δήλῳ, Φοῖβε, μάλιστά γε θυμὸν ἐτέρφθης,
ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
σὺν σφοῖσιν τεκέεσσι γυναιξί τε σὴν ἐς ἀγυιάν· ἔνθα σε πυγμαχίῃ τε καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ
μνησάμενοι τέρπουσιν, ὅταν καθέσωσιν ἀγῶνα. "
而荷马在以下诗句中特别表明了这一情况,这些诗句出自《阿波罗赞歌》: “然而,福玻斯啊,当你在德罗斯岛最使心境愉悦之时,长袍拖地的伊阿翁人便与他们的子女和妻子一同聚集在你的街道上;在那里,每当他们设立竞技时,便以拳击、舞蹈和歌唱来怀念并使你欢欣。
§3.104.5ὅτι δὲ καὶ μουσικῆς ἀγὼν ἦν καὶ ἀγωνιούμενοι ἐφοίτων ἐν τοῖσδε αὖ δηλοῖ, ἅ ἐστιν ἐκ τοῦ αὐτοῦ προοιμίου· τὸν γὰρ Δηλιακὸν χορὸν τῶν γυναικῶν ὑμνήσας ἐτελεύτα τοῦ ἐπαίνου ἐς τάδε τὰ ἔπη, ἐν οἷς καὶ ἑαυτοῦ ἐπεμνήσθη· "
ἀλλ’ ἄγεθ᾽, ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,
χαίρετε δ’ ὑμεῖς πᾶσαι.
” 而当时也举行音乐竞技、且有竞争者前往参赛,他又在以下诗句中予以表明,这些诗句同样出自该赞歌;因为他在赞美了妇女的德罗斯合唱队后,以下列诗句结束了他的赞美,在这些诗句中他也提到了自己: “然而,来吧,愿阿波罗与阿尔忒弥斯一同宽恕,愿你们所有人安好。
ἐμεῖο δὲ καὶ μετόπισθε
μνήσασθ᾽, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
ἐνθάδ’ ἀνείρηται ταλαπείριος ἄλλος ἐπελθών· ‘ὦ κοῦραι, τίς δ’ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;
在以后,每当尘世的人类中有谁,另一个饱经风霜的异乡人来到这里问道: ‘姑娘们啊,在常来此处的歌者中,谁是你们最喜爱的,你们又最因谁而感到指望?
’
ὑμεῖς δ’ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως· ‘τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ. ’
"
’ 你们所有人便都要非常出色地、异口同声地回答: ‘一个盲人,他居住在崎岖的希奥斯岛上。
§3.104.6τοσαῦτα μὲν Ὅμηρος ἐτεκμηρίωσεν ὅτι ἦν καὶ τὸ πάλαι μεγάλη ξύνοδος καὶ ἑορτὴ ἐν τῇ Δήλῳ·
’” 荷马以此提供了如此多的证据,证明古时候在德罗斯岛也曾有大型的聚会和祭典。
ὕστερον δὲ τοὺς μὲν χοροὺς οἱ νησιῶται καὶ οἱ Ἀθηναῖοι μεθ’ ἱερῶν ἔπεμπον, τὰ δὲ περὶ τοὺς ἀγῶνας καὶ τὰ πλεῖστα κατελύθη ὑπὸ ξυμφορῶν, ὡς εἰκός, πρὶν δὴ οἱ Ἀθηναῖοι τότε τὸν ἀγῶνα ἐποίησαν καὶ ἱπποδρομίας, ὃ πρότερον οὐκ ἦν.
但后来,虽然岛民和雅典人继续派遣伴随祭品的合唱队,但由于不幸的事件,竞技及大部分活动如常理般被废止了,直到此时雅典人重新设立了竞技会,并增加了以前所没有的赛马。