§2.92.1τοὺς δ’ Ἀθηναίους ἰδόντας ταῦτα γιγνόμενα θάρσος τε ἔλαβε, καὶ ἀπὸ ἑνὸς κελεύσματος ἐμβοήσαντες ἐπ’ αὐτοὺς ὥρμησαν.
一方、アテナイ人たちはこれらの出来事を目にして勇気を得て、一つの号令のもとで大声を上げ、彼らに向かって突撃した。
οἱ δὲ διὰ τὰ ὑπάρχοντα ἁμαρτήματα καὶ τὴν παροῦσαν ἀταξίαν ὀλίγον μὲν χρόνον ὑπέμειναν, ἔπειτα δὲ ἐτράποντο ἐς τὸν Πάνορμον, ὅθενπερ ἀνηγάγοντο.
ペロポネソス人たちは、それまでの過失と目の前の混乱のために、わずかな時間しか持ちこたえられず、その後、出航地であったパノルモスへと敗走した。
§2.92.2ἐπιδιώκοντες δὲ οἱ Ἀθηναῖοι τάς τε ἐγγὺς οὔσας μάλιστα ναῦς ἔλαβον ἓξ καὶ τὰς ἑαυτῶν ἀφείλοντο, ἃς ἐκεῖνοι πρὸς τῇ γῇ διαφθείραντες τὸ πρῶτον ἀνεδήσαντο·
アテナイ人は追撃して、最も近くにいた敵の船を6隻拿捕し、また、かつて敵が陸の近くで破壊して最初に曳航していった自分たちの船を取り戻した。
ἄνδρας τε τοὺς μὲν ἀπέκτειναν, τινὰς δὲ καὶ ἐζώγρησαν.
また、乗組員のうち、ある者たちを殺害し、他のある者たちを生け捕りにした。
§2.92.3ἐπὶ δὲ τῆς Λευκαδίας νεώς, ἣ περὶ τὴν ὁλκάδα κατέδυ, Τιμοκράτης ὁ Λακεδαιμόνιος πλέων, ὡς ἡ ναῦς διεφθείρετο, ἔσφαξεν ἑαυτόν, καὶ ἐξέπεσεν ἐς τὸν Ναυπακτίων λιμένα.
商船の周囲で沈没したレウカスの船には、ラケダイモン人のティモクラテスが乗船していたが、彼は船が破壊されるのを見て自害し、その遺体はナウパクトス人の港に漂着した。
§2.92.4ἀναχωρήσαντες δὲ οἱ Ἀθηναῖοι τροπαῖον ἔστησαν, ὅθεν ἀναγαγόμενοι ἐκράτησαν, καὶ τοὺς νεκροὺς καὶ τὰ ναυάγια ὅσα πρὸς τῇ ἑαυτῶν ἦν ἀνείλοντο, καὶ τοῖς ἐναντίοις τὰ ἐκείνων ὑπόσπονδα ἀπέδοσαν.
アテナイ人は引き返して、出航して勝利を収めた場所に記念碑を建て、死者たちと、自国の海岸の近くにあった難破船の残骸をすべて回収し、敵には休戦条約に基づいてその死者を返還した。
§2.92.5ἔστησαν δὲ καὶ οἱ Πελοποννήσιοι τροπαῖον ὡς νενικηκότες τῆς τροπῆς, ἃς πρὸς τῇ γῇ διέφθειραν ναῦς·
ペロポネソス人もまた、陸の近くで破壊した船に関して、敵を敗走させたとして記念碑を建てた。
καὶ ἥνπερ ἔλαβον ναῦν, ἀνέθεσαν ἐπὶ τὸ Ῥίον τὸ Ἀχαϊκὸν παρὰ τὸ τροπαῖον.
そして拿捕した1隻の船を、アカイア側のリオンの記念碑の傍らに奉納した。
§2.92.6μετὰ δὲ ταῦτα φοβούμενοι τὴν ἀπὸ τῶν Ἀθηναίων βοήθειαν ὑπὸ νύκτα ἐσέπλευσαν ἐς τὸν κόλπον τὸν Κρισαῖον καὶ Κόρινθον ἅπαντες πλὴν Λευκαδίων.
この後、彼らはアテナイからの増援を恐れ、夜陰に乗じて、レウカス人を除く全員がクリサ湾内へと航行し、コリントスへと向かった。
§2.92.7καὶ οἱ ἐκ τῆς Κρήτης Ἀθηναῖοι ταῖς εἴκοσι ναυσίν, αἷς ἔδει πρὸ τῆς ναυμαχίας τῷ Φορμίωνι παραγενέσθαι, οὐ πολλῷ ὕστερον τῆς ἀναχωρήσεως τῶν νεῶν ἀφικνοῦνται ἐς τὴν Ναύπακτον.
また、海戦の前にフォルミオンに合流することになっていた20隻の船を擁するクレタからのアテナイ人たちも、敵船が撤退してから間もなくしてナウパクトスに到着した。
καὶ τὸ θέρος ἐτελεύτα.
そして夏が終わった。