§2.91.1ταύτῃ μὲν οὖν οἱ Πελοποννήσιοι ἐκράτουν τε καὶ διέφθειραν τὰς Ἀττικὰς ναῦς·
このようにして、ペロポネソス人たちは優勢に立ち、アテナイの船を破壊した。
αἱ δὲ εἴκοσι νῆες αὐτῶν αἱ ἀπὸ τοῦ δεξιοῦ κέρως ἐδίωκον τὰς ἕνδεκα ναῦς τῶν Ἀθηναίων αἵπερ ὑπεξέφυγον τὴν ἐπιστροφὴν ἐς τὴν εὐρυχωρίαν.
しかし、彼らの右翼から出ていた20隻の船は、旋回を避けて開けた水域へと逃れたアテナイ人の11隻の船を追跡した。
καὶ φθάνουσιν αὐτοὺς πλὴν μιᾶς νεὼς προκαταφυγοῦσαι ἐς τὴν Ναύπακτον, καὶ σχοῦσαι ἀντίπρῳροι κατὰ τὸ Ἀπολλώνιον παρεσκευάζοντο ἀμυνούμενοι, ἢν ἐς τὴν γῆν ἐπὶ σφᾶς πλέωσιν.
そして、1隻の船を除いて、これらは追跡者たちに先んじてナウパクトスへと逃げ込み、アポロン神殿の前に船首を向けた状態で停泊し、もし敵が陸地近くの自分たちに向かって航行してくるならば防戦しようと準備した。
§2.91.2οἱ δὲ παραγενόμενοι ὕστερον ἐπαιάνιζόν τε ἅμα πλέοντες ὡς νενικηκότες, καὶ τὴν μίαν ναῦν τῶν Ἀθηναίων τὴν ὑπόλοιπον ἐδίωκε Λευκαδία ναῦς μία πολὺ πρὸ τῶν ἄλλων.
一方、後から到着した者たちは、勝利したかのように航行しながら同時に勝鬨の歌を歌っており、アテナイ人の残された1隻の船を、レウカスの1隻の船が他の船よりはるか前を進んで追跡していた。
§2.91.3ἔτυχε δὲ ὁλκὰς ὁρμοῦσα μετέωρος, περὶ ἣν ἡ Ἀττικὴ ναῦς φθάσασα καὶ περιπλεύσασα τῇ Λευκαδίᾳ διωκούσῃ ἐμβάλλει μέσῃ καὶ καταδύει.
たまたま1隻の商船が沖に停泊していたが、アテナイの船は先んじてその周囲を旋回し、追跡してくるレウカスの船の側面に体当たりして沈没させた。
§2.91.4τοῖς μὲν οὖν Πελοποννησίοις γενομένου τούτου ἀπροσδοκήτου τε καὶ παρὰ λόγον φόβος ἐμπίπτει, καὶ ἅμα ἀτάκτως διώκοντες διὰ τὸ κρατεῖν αἱ μέν τινες τῶν νεῶν καθεῖσαι τὰς κώπας ἐπέστησαν τοῦ πλοῦ, ἀξύμφορον δρῶντες πρὸς τὴν ἐξ ὀλίγου ἀντεφόρμησιν, βουλόμενοι τὰς πλείους περιμεῖναι, αἱ δὲ καὶ ἐς βράχεα ἀπειρίᾳ χωρίων ὤκειλαν.
ペロポネソス人にとっては、この予期せぬ、かつ理不尽な事態が起こったため、恐怖が襲いかかった。 そして同時に、勝利に乗じて秩序なく追跡していたため、船のうちの数隻は、近距離からの反撃に対しては不利益な行動をとることになったものの、後続の多数の船を待ちたいと望んで、櫂を水に入れて航行を中止し、また別の船は、地形に不案内であったために浅瀬に乗り上げた。