§2.92.1τοὺς δ’ Ἀθηναίους ἰδόντας ταῦτα γιγνόμενα θάρσος τε ἔλαβε, καὶ ἀπὸ ἑνὸς κελεύσματος ἐμβοήσαντες ἐπ’ αὐτοὺς ὥρμησαν.
雅典人见此情景,勇气大振,在一声号令下齐声呐喊,向敌军冲去。
οἱ δὲ διὰ τὰ ὑπάρχοντα ἁμαρτήματα καὶ τὴν παροῦσαν ἀταξίαν ὀλίγον μὲν χρόνον ὑπέμειναν, ἔπειτα δὲ ἐτράποντο ἐς τὸν Πάνορμον, ὅθενπερ ἀνηγάγοντο.
而伯罗奔尼撒人由于之前的失误和眼前的混乱,仅抵抗了极短的时间,便向他们出航的帕诺尔莫斯败退。
§2.92.2ἐπιδιώκοντες δὲ οἱ Ἀθηναῖοι τάς τε ἐγγὺς οὔσας μάλιστα ναῦς ἔλαβον ἓξ καὶ τὰς ἑαυτῶν ἀφείλοντο, ἃς ἐκεῖνοι πρὸς τῇ γῇ διαφθείραντες τὸ πρῶτον ἀνεδήσαντο· ἄνδρας τε τοὺς μὲν ἀπέκτειναν, τινὰς δὲ καὶ ἐζώγρησαν.
雅典人展开追击,俘获了距离最近的六艘敌船,并夺回了他们自己先前被敌军在陆地附近击毁并拖走的船只;至于船员,他们杀死了一些,并生擒了一些。
§2.92.3ἐπὶ δὲ τῆς Λευκαδίας νεώς, ἣ περὶ τὴν ὁλκάδα κατέδυ, Τιμοκράτης ὁ Λακεδαιμόνιος πλέων, ὡς ἡ ναῦς διεφθείρετο, ἔσφαξεν ἑαυτόν, καὶ ἐξέπεσεν ἐς τὸν Ναυπακτίων λιμένα.
在那艘在商船附近沉没的莱夫卡斯船上,拉acedaemon人提摩克拉底当时在船上航行,当看到船只被毁时,他自刎身亡,其尸体漂流到了诺帕克特斯人的港口。
§2.92.4ἀναχωρήσαντες δὲ οἱ Ἀθηναῖοι τροπαῖον ἔστησαν, ὅθεν ἀναγαγόμενοι ἐκράτησαν, καὶ τοὺς νεκροὺς καὶ τὰ ναυάγια ὅσα πρὸς τῇ ἑαυτῶν ἦν ἀνείλοντο, καὶ τοῖς ἐναντίοις τὰ ἐκείνων ὑπόσπονδα ἀπέδοσαν.
雅典人返回后,在他们出航并取得胜利的地方树立了凯旋碑,并收回了尸体以及靠近他们自己海岸的所有船只残骸,同时根据停战协定将敌方的尸体归还给他们。
§2.92.5ἔστησαν δὲ καὶ οἱ Πελοποννήσιοι τροπαῖον ὡς νενικηκότες τῆς τροπῆς, ἃς πρὸς τῇ γῇ διέφθειραν ναῦς· καὶ ἥνπερ ἔλαβον ναῦν, ἀνέθεσαν ἐπὶ τὸ Ῥίον τὸ Ἀχαϊκὸν παρὰ τὸ τροπαῖον.
伯罗奔尼撒人也因在陆地附近摧毁了敌船,作为让敌军溃退的凭证,树立了凯旋碑;并且他们将俘获的那艘船,奉献在阿哈伊亚境内的里翁,安置在凯旋碑旁。
§2.92.6μετὰ δὲ ταῦτα φοβούμενοι τὴν ἀπὸ τῶν Ἀθηναίων βοήθειαν ὑπὸ νύκτα ἐσέπλευσαν ἐς τὸν κόλπον τὸν Κρισαῖον καὶ Κόρινθον ἅπαντες πλὴν Λευκαδίων.
此后,由于害怕雅典的援军,他们在夜色掩护下,除莱夫卡斯人外,全体驶入克里萨湾并前往科林斯。
§2.92.7καὶ οἱ ἐκ τῆς Κρήτης Ἀθηναῖοι ταῖς εἴκοσι ναυσίν, αἷς ἔδει πρὸ τῆς ναυμαχίας τῷ Φορμίωνι παραγενέσθαι, οὐ πολλῷ ὕστερον τῆς ἀναχωρήσεως τῶν νεῶν ἀφικνοῦνται ἐς τὴν Ναύπακτον.
而来自克里特岛、拥有二十艘船只的雅典人(他们本应在海战前与福尔米昂会合),在敌船撤退后不久抵达了诺帕克特斯。
καὶ τὸ θέρος ἐτελεύτα.
夏天结束了。