§2.85.1πέμπουσι δὲ καὶ οἱ Λακεδαιμόνιοι τῷ Κνήμῳ ξυμβούλους ἐπὶ τὰς ναῦς Τιμοκράτη καὶ Βρασίδαν καὶ Λυκόφρονα, κελεύοντες ἄλλην ναυμαχίαν βελτίω παρασκευάζεσθαι καὶ μὴ ὑπ’ ὀλίγων νεῶν εἴργεσθαι τῆς θαλάσσης.
また、ラケダイモン人たちも、船団に対する顧問としてティモクラテス、ブラシダス、リュコフロンをクネモスのもとへ派遣し、別のより良い海戦を準備すること、そして少数の船によって海から締め出されないようにすることを命じた。
§2.85.2ἐδόκει γὰρ αὐτοῖς ἄλλως τε καὶ πρῶτον ναυμαχίας πειρασαμένοις πολὺς ὁ παράλογος εἶναι, καὶ οὐ τοσούτῳ ᾤοντο σφῶν τὸ ναυτικὸν λείπεσθαι, γεγενῆσθαι δέ τινα μαλακίαν, οὐκ ἀντιτιθέντες τὴν Ἀθηναίων ἐκ πολλοῦ ἐμπειρίαν τῆς σφετέρας δι’ ὀλίγου μελέτης.
というのも、とりわけ初めて海戦を経験した彼らにとって、この不条理な敗北は大きなものと思われ、自分たちの海軍力がそれほど劣っているとは考えず、何か弱腰が生じたのだと考えたからである。 彼らはアテナイ人の長年の経験と自分たちの短期間の訓練とを比較考量しなかったのである。
ὀργῇ οὖν ἀπέστελλον.
それゆえ、彼らは憤りをもって彼らを送り出した。
§2.85.3οἱ δὲ ἀφικόμενοι μετὰ τοῦ Κνήμου ναῦς τε προσπεριήγγειλαν κατὰ πόλεις καὶ τὰς προϋπαρχούσας ἐξηρτύοντο ὡς ἐπὶ ναυμαχίαν.
彼らは到着すると、クネモスとともに各都市に追加の船を要求して回り、すでに手元にある船を海戦に備えて艤装した。
§2.85.4πέμπει δὲ καὶ ὁ Φορμίων ἐς τὰς Ἀθήνας τήν τε παρασκευὴν αὐτῶν ἀγγελοῦντας καὶ περὶ τῆς ναυμαχίας ἣν ἐνίκησαν φράσοντας, καὶ κελεύων αὑτῷ ναῦς ὅτι πλείστας διὰ τάχους ἀποστεῖλαι, ὡς καθ’ ἡμέραν ἑκάστην ἐλπίδος οὔσης αἰεὶ ναυμαχήσειν.
一方、フォルミオンもアテナイに使者を送り、敵の準備状況を知らせ、自分たちが勝利した海戦について報告させるとともに、毎日いつでも海戦が起こる見込みがあるとして、自分のもとへできるだけ多くの船を大至急送るよう要求した。
§2.85.5οἱ δὲ ἀποπέμπουσιν εἴκοσι ναῦς αὐτῷ, τῷ δὲ κομίζοντι αὐτὰς προσεπέστειλαν ἐς Κρήτην πρῶτον ἀφικέσθαι.
アテナイ人は彼に二十隻の船を送り出したが、それらの船を率いる指揮官に対し、まずクレータ島に赴くよう追加の指示を与えた。
Νικίας γὰρ Κρὴς Γορτύνιος πρόξενος ὢν πείθει αὐτοὺς ἐπὶ Κυδωνίαν πλεῦσαι, φάσκων προσποιήσειν αὐτὴν οὖσαν πολεμίαν·
というのも、ゴルテュン出身のクレータ人でプロクセノスであるニキアスが、敵対関係にあるキュドニアを味方に引き入れることができると主張して、そこへ航行するよう彼らを説得したからである。
ἐπῆγε δὲ Πολιχνίταις χαριζόμενος ὁμόροις τῶν Κυδωνιατῶν.
しかし、彼はキュドニア人の隣人であるポリクネの人々に便宜を図るために彼らを引き入れたのであった。
§2.85.6καὶ ὁ μὲν λαβὼν τὰς ναῦς ᾤχετο ἐς Κρήτην, καὶ μετὰ τῶν Πολιχνιτῶν ἐδῄου τὴν γῆν τῶν Κυδωνιατῶν, καὶ ὑπ’ ἀνέμων καὶ ἀπλοίας ἐνδιέτριψεν οὐκ ὀλίγον χρόνον·
そこで、彼は船を受け取ってクレータ島へと去り、ポリクネの人々とともにキュドニア人の土地を荒らしたが、風と不従順な天候のために、そこで少なからぬ時間を費やすことになった。