Humanitext Reader

トゥキュディデス · ペロポネソス戦史 §2.84.1-2.84.5

フォルミオンの攻撃とペロポネソス艦隊の潰走

230 / 917 箇所 · ギリシア語

要旨

アテナイの指揮官フォルミオンは、ペロポネソス軍の円陣を追い詰め、風が吹いて混乱が生じた決定的な瞬間に攻撃を仕掛け、大勝を収めた。敗れたペロポネソス軍はキュレネへと退却した。

§2.84.1οἱ δ’ Ἀθηναῖοι κατὰ μίαν ναῦν τεταγμένοι περιέπλεον αὐτοὺς κύκλῳ καὶ ξυνῆγον ἐς ὀλίγον, ἐν χρῷ αἰεὶ παραπλέοντες καὶ δόκησιν παρέχοντες αὐτίκα ἐμβαλεῖν·
一方、アテナイ勢は一列縦隊に整列し、彼らの周囲を円を描くように航行しながら、その間隔を狭めていった。 彼らは常にすぐ近くをかすめるように航行し、今にも衝角攻撃を仕掛けるかのような様子を見せていた。
προείρητο δ᾽ αὐτοῖς ὑπὸ Φορμίωνος μὴ ἐπιχειρεῖν πρὶν ἂν αὐτὸς σημήνῃ.
しかし、彼らはフォルミオンから、彼自身が合図を送るまでは攻撃を始めてはならないとあらかじめ命じられていた。
§2.84.2ἤλπιζε γὰρ αὐτῶν οὐ μενεῖν τὴν τάξιν, ὥσπερ ἐν γῇ πεζήν, ἀλλὰ ξυμπεσεῖσθαι πρὸς ἀλλήλας τὰς ναῦς καὶ τὰ πλοῖα ταραχὴν παρέξειν, εἴ τ’ ἐκπνεύσειεν ἐκ τοῦ κόλπου τὸ πνεῦμα, ὅπερ ἀναμένων τε περιέπλει καὶ εἰώθει γίγνεσθαι ἐπὶ τὴν ἕω, οὐδένα χρόνον ἡσυχάσειν αὐτούς·
なぜなら、フォルミオンは、彼らの陣形が陸上の歩兵部隊のようには維持されず、船同士が互いに衝突し、小型船が混乱を引き起こすだろうと期待していたからである。 さらに、もし湾から風が吹き下ろしてくれば(彼はこの風を待ちながら周囲を航行していたのだが、この風は明け方に吹くのが常であった)、彼らは一刻も静止していられなくなるだろう。
καὶ τὴν ἐπιχείρησιν ἐφ’ ἑαυτῷ τε ἐνόμιζεν εἶναι, ὁπόταν βούληται, τῶν νεῶν ἄμεινον πλεουσῶν, καὶ τότε καλλίστην γίγνεσθαι.
また、自軍の船のほうが機動力に優れているため、攻撃の機会は自分が望むときにいつでも自分の手中にあり、その時こそが最善の機会となるだろうと考えていた。
§2.84.3ὡς δὲ τό τε πνεῦμα κατῄει καὶ αἱ νῆες ἐν ὀλίγῳ ἤδη οὖσαι ὑπ’ ἀμφοτέρων, τοῦ τε ἀνέμου τῶν τε πλοίων, ἅμα προσκειμένων ἐταράσσοντο, καὶ ναῦς τε νηὶ προσέπιπτε καὶ τοῖς κοντοῖς διεωθοῦντο, βοῇ τε χρώμενοι καὶ πρὸς ἀλλήλους ἀντιφυλακῇ τε καὶ λοιδορίᾳ οὐδὲν κατήκουον οὔτε τῶν παραγγελλομένων οὔτε τῶν κελευστῶν, καὶ τὰς κώπας ἀδύνατοι ὄντες ἐν κλύδωνι ἀναφέρειν ἄνθρωποι ἄπειροι τοῖς κυβερνήταις ἀπειθεστέρας τὰς ναῦς παρεῖχον, τότε δὴ κατὰ τὸν καιρὸν τοῦτον σημαίνει, καὶ οἱ Ἀθηναῖοι προσπεσόντες πρῶτον μὲν καταδύουσι τῶν στρατηγίδων νεῶν μίαν, ἔπειτα δὲ καὶ τὰς ἄλλας ᾗ χωρήσειαν διέφθειρον, καὶ κατέστησαν ἐς ἀλκὴν μὲν μηδένα τρέπεσθαι αὐτῶν ὑπὸ τῆς ταραχῆς, φεύγειν δὲ ἐς Πάτρας καὶ Δύμην τῆς Ἀχαΐας.
そして、いざ風が吹き下ろし、すでに狭い場所に押し込められていた船が、風と船の双方から同時に圧迫されて混乱に陥り、船と船が衝突し、棹を使って互いに押し離し合い、大声を上げ、互いに衝突を警戒したり罵り合ったりして、号令も号令係の指示も全く聞こえなくなり、波浪の中で櫂を水面から引き上げることができない未熟な漕ぎ手たちのせいで、船が舵手たちの思い通りに動かなくなった、まさにその決定的な瞬間に、彼は合図を送った。 するとアテナイ勢は襲いかかり、まず旗艦のうちの一隻を沈め、次いで他の船も、向かう先々で撃破していった。 そして混乱のため、彼らのうち誰一人として抵抗を試みることはできず、アカイアのパトライおよびデュメへと逃走せざるを得ない状況に追い込んだ。
§2.84.4οἱ δὲ Ἀθηναῖοι καταδιώξαντες καὶ ναῦς δώδεκα λαβόντες τούς τε ἄνδρας ἐξ αὐτῶν τοὺς πλείστους ἀνελόμενοι ἐς Μολύκρειον ἀπέπλεον, καὶ τροπαῖον στήσαντες ἐπὶ τῷ Ῥίῳ καὶ ναῦν ἀναθέντες τῷ Ποσειδῶνι ἀνεχώρησαν ἐς Ναύπακτον.
アテナイ勢は追撃して十二隻を捕獲し、それらの船から大部分の乗組員を収容してモリクリオンへと出航した。 そしてリオンに記念碑を建て、ポセイドンに船一隻を奉納した後、ナウパクトスへと帰還した。
§2.84.5παρέπλευσαν δὲ καὶ οἱ Πελοποννήσιοι εὐθὺς ταῖς περιλοίποις τῶν νεῶν ἐκ τῆς Δύμης καὶ Πατρῶν ἐς Κυλλήνην τὸ Ἠλείων ἐπίνειον·
一方、ペロポネソス勢もまた、残った船でデュメおよびパトライから、エリス人の港であるキュレネへと直ちに出航した。
καὶ ἀπὸ Λευκάδος Κνῆμος καὶ αἱ ἐκείνων νῆες, ἃς ἔδει ταύταις ξυμμεῖξαι, ἀφικνοῦνται μετὰ τὴν ἐν Στράτῳ μάχην ἐς τὴν Κυλλήνην.
そしてレウカスから、クネモスおよび、これらの船と合流するはずであった彼らの船団が、ストラトスの戦いの後にキュレネへと到着した。

語釈・文法注

  1. 2.84.2αὐτῶν οὐ μενεῖν τὴν τάξιν — αὐτῶν(彼らの)は属格であり、後続の τὴν τάξιν(陣形)を修飾する。全体として、動詞 ἤλπιζε(期待していた)の目的語となる不定詞 μενεῖν(維持される)の意味上の主語が τὴν τάξιν となる対格不定詞構文を形成している。
  2. 2.84.2εἴ τ’ ἐκπνεύσειεν — 条件節 εἴ τ’ ἐκπνεύσειεν(もし[風が]吹き下ろすならば)は希求法を用いており、過去時制の主動詞 ἤλπιζε に従属する間接話法における未来の想定を表す。帰結節は対格不定詞 οὐδένα χρόνον ἡσυχάσειν αὐτούς である。
  3. 2.84.3ὡς δὲ τό τε πνεῦμα κατῄει — 接続詞 ὡς が導く従属節が、いくつかの接続詞(τε... καί... καί...)によって繋がれた複数の節を含みつつ、παρεῖχον まで長く続く。主節は τότε δὴ ... σημαίνει(まさにその時に彼は合図を送る)であり、この長大な前置きが戦闘開始の極限的な混乱を演出している。
  4. 2.84.3ἀπειθεστέρας τὰς ναῦς παρεῖχον — 比較級形容詞 ἀπειθεστέρας は名詞 τὰς ναῦς に対して述語的位置に置かれており、παρεῖχον(〜にさせた)とともに「船をより制御しにくい状態に陥らせた」という結果的な意味を表す。

この箇所を引用する

トゥキュディデス, ペロポネソス戦史 §2.84.1-2.84.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.84.1-2.84.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。