§2.83.1τὸ δ’ ἐκ τῆς Κορίνθου καὶ τῶν ἄλλων ξυμμάχων τῶν ἐκ τοῦ Κρισαίου κόλπου ναυτικόν, ὃ ἔδει παραγενέσθαι τῷ Κνήμῳ, ὅπως μὴ ξυμβοηθῶσιν οἱ ἀπὸ θαλάσσης ἄνω Ἀκαρνᾶνες, οὐ παραγίγνεται, ἀλλ’ ἠναγκάσθησαν περὶ τὰς αὐτὰς ἡμέρας τῆς ἐν Στράτῳ μάχης ναυμαχῆσαι πρὸς Φορμίωνα καὶ τὰς εἴκοσι ναῦς τῶν Ἀθηναίων αἳ ἐφρούρουν ἐν Ναυπάκτῳ.
一方、コリントスおよびクリサ湾のその他の同盟国からなる艦隊は、クネモスに合流して、海沿いのアカルナニア人が内陸に加勢するのを防ぐはずであったが、合流できなかった。 むしろ、彼らはストラトスの戦いとほぼ同じ時期に、ナウパクトスを警備していたフォルミオンおよびアテナイの二十隻の船と海戦を交えることを余儀なくされた。
§2.83.2ὁ γὰρ Φορμίων παραπλέοντας αὐτοὺς ἔξω τοῦ κόλπου ἐτήρει, βουλόμενος ἐν τῇ εὐρυχωρίᾳ ἐπιθέσθαι.
というのも、フォルミオンは広い海域で攻撃することを望み、彼らが湾の外を沿って航行するのを監視していたからである。
§2.83.3οἱ δὲ Κορίνθιοι καὶ οἱ ξύμμαχοι ἔπλεον μὲν οὐχ ὡς ἐπὶ ναυμαχίᾳ, ἀλλὰ στρατιωτικώτερον παρεσκευασμένοι ἐς τὴν Ἀκαρνανίαν καὶ οὐκ ἂν οἰόμενοι πρὸς ἑπτὰ καὶ τεσσαράκοντα ναῦς τὰς σφετέρας τολμῆσαι τοὺς Ἀθηναίους εἴκοσι ταῖς ἑαυτῶν ναυμαχίαν ποιήσασθαι·
コリントス人と同盟国は、海戦のためではなく、アカルナニアへの陸上作戦用により適した装備を整えて航行しており、また自分たちの四十七隻に対して、アテナイ人が自軍の二十隻で海戦を挑む勇気があるとは到底考えていなかった。
ἐπειδὴ μέντοι ἀντιπαραπλέοντάς τε ἑώρων αὐτούς, παρὰ γῆν σφῶν κομιζομένων, καὶ ἐκ Πατρῶν τῆς Ἀχαΐας πρὸς τὴν ἀντιπέρας ἤπειρον διαβάλλοντες ἐπ’ Ἀκαρνανίας κατεῖδον τοὺς Ἀθηναίους ἀπὸ τῆς Χαλκίδος καὶ τοῦ Εὐήνου ποταμοῦ προσπλέοντας σφίσι καὶ οὐκ ἔλαθον νυκτὸς ἀφορμισάμενοι, οὕτω δὴ ἀναγκάζονται ναυμαχεῖν κατὰ μέσον τὸν πορθμόν.
しかし、自分たちが陸沿いに進んでいるときに、彼らが並行して航行しているのを目にし、さらにアカイアのパトライから向こう岸の大陸へとアカルナニアに向けて渡る途中で、ハルキスとエウエノス川の方向からアテナイ人が自分たちに向かって航行してくるのを視界に捉え、また夜間に碇を上げて出航したものの気づかれずには済まなかったため、このようにしてついに彼らは海峡の中ほどで海戦を交えざるを得なくなった。
§2.83.4στρατηγοὶ δὲ ἦσαν μὲν καὶ κατὰ πόλεις ἑκάστων οἳ παρεσκευάζοντο, Κορινθίων δὲ Μαχάων καὶ Ἰσοκράτης καὶ Ἀγαθαρχίδας.
指揮官は、準備をしたそれぞれの都市ごとにいたが、コリントス人の指揮官はマカオン、イソクラテス、アガタルキダスであった。
§2.83.5καὶ οἱ μὲν Πελοποννήσιοι ἐτάξαντο κύκλον τῶν νεῶν ὡς μέγιστον οἷοί τ’ ἦσαν μὴ διδόντες διέκπλουν, τὰς πρῴρας μὲν ἔξω, ἔσω δὲ τὰς πρύμνας, καὶ τά τε λεπτὰ πλοῖα ἃ ξυνέπλει ἐντὸς ποιοῦνται καὶ πέντε ναῦς τὰς ἄριστα πλεούσας, ὅπως ἐκπλέοιεν διὰ βραχέος παραγιγνόμενοι, εἴ πῃ προσπίπτοιεν οἱ ἐναντίοι.
そしてペロポネソス勢は、敵に突破の隙を与えないように、船首を外側に、船尾を内側に向けて、自らに可能な限り最大の船の円陣を組んだ。 そして、同行していた小型船を内側に入れるとともに、最も機動力のある五隻の船も内側に配置した。 これは、もし敵がどこかに襲いかかってきた場合に、すぐに駆けつけて出撃できるようにするためであった。