Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.83.1-2.83.5

福尔米奥的迎击与伯罗奔尼撒舰队的圆阵

第 229 段,共 917 段 · 希腊语

内容简介

伯罗奔尼撒联军舰队未能与克奈摩斯会合,并在海峡中段被迫与福尔米奥率领的雅典舰队展开海战。伯罗奔尼撒军队排成一个巨大的防御性圆阵以迎战。

§2.83.1τὸ δ’ ἐκ τῆς Κορίνθου καὶ τῶν ἄλλων ξυμμάχων τῶν ἐκ τοῦ Κρισαίου κόλπου ναυτικόν, ὃ ἔδει παραγενέσθαι τῷ Κνήμῳ, ὅπως μὴ ξυμβοηθῶσιν οἱ ἀπὸ θαλάσσης ἄνω Ἀκαρνᾶνες, οὐ παραγίγνεται, ἀλλ’ ἠναγκάσθησαν περὶ τὰς αὐτὰς ἡμέρας τῆς ἐν Στράτῳ μάχης ναυμαχῆσαι πρὸς Φορμίωνα καὶ τὰς εἴκοσι ναῦς τῶν Ἀθηναίων αἳ ἐφρούρουν ἐν Ναυπάκτῳ.
然而,来自科林斯和克里萨湾其他盟国的舰队——这支本应与克奈摩斯会合以防止沿海的阿卡纳尼亚人向内陆增援的舰队——并未能到达,反而被迫在斯特拉托斯战役的几乎同一时期,与在诺帕克托斯防守的福尔米奥以及雅典的二十艘船只进行海战。
§2.83.2ὁ γὰρ Φορμίων παραπλέοντας αὐτοὺς ἔξω τοῦ κόλπου ἐτήρει, βουλόμενος ἐν τῇ εὐρυχωρίᾳ ἐπιθέσθαι.
因为福尔米奥当时正监视着他们在湾外沿岸航行,并希望在开阔的海域发起进攻。
§2.83.3οἱ δὲ Κορίνθιοι καὶ οἱ ξύμμαχοι ἔπλεον μὲν οὐχ ὡς ἐπὶ ναυμαχίᾳ, ἀλλὰ στρατιωτικώτερον παρεσκευασμένοι ἐς τὴν Ἀκαρνανίαν καὶ οὐκ ἂν οἰόμενοι πρὸς ἑπτὰ καὶ τεσσαράκοντα ναῦς τὰς σφετέρας τολμῆσαι τοὺς Ἀθηναίους εἴκοσι ταῖς ἑαυτῶν ναυμαχίαν ποιήσασθαι·
科林斯人及其盟国当时航行,并不是为了进行海战,而是为了前往阿卡纳尼亚而作了更偏向陆战输送的准备,且决不认为雅典人敢以己方的二十艘船来向他们的四十七艘船挑战海战。
ἐπειδὴ μέντοι ἀντιπαραπλέοντάς τε ἑώρων αὐτούς, παρὰ γῆν σφῶν κομιζομένων, καὶ ἐκ Πατρῶν τῆς Ἀχαΐας πρὸς τὴν ἀντιπέρας ἤπειρον διαβάλλοντες ἐπ’ Ἀκαρνανίας κατεῖδον τοὺς Ἀθηναίους ἀπὸ τῆς Χαλκίδος καὶ τοῦ Εὐήνου ποταμοῦ προσπλέοντας σφίσι καὶ οὐκ ἔλαθον νυκτὸς ἀφορμισάμενοι, οὕτω δὴ ἀναγκάζονται ναυμαχεῖν κατὰ μέσον τὸν πορθμόν.
然而,当他们看到对方在他们沿岸前行时与他们平行航行,且当他们从阿开亚的帕特雷横渡到对岸大陆、向着阿卡纳尼亚进发时,望见雅典人从哈尔基斯和埃韦诺斯河方向迎面驶来,并且发现自己乘夜暗中启航一事并未能瞒过对方,于是他们便不得不在这海峡中段展开海战。
§2.83.4στρατηγοὶ δὲ ἦσαν μὲν καὶ κατὰ πόλεις ἑκάστων οἳ παρεσκευάζοντο, Κορινθίων δὲ Μαχάων καὶ Ἰσοκράτης καὶ Ἀγαθαρχίδας.
准备这次行动的各个城市都各自设有将军,而科林斯人的将军则是马卡翁、伊索克拉特斯和阿加萨基达斯。
§2.83.5καὶ οἱ μὲν Πελοποννήσιοι ἐτάξαντο κύκλον τῶν νεῶν ὡς μέγιστον οἷοί τ’ ἦσαν μὴ διδόντες διέκπλουν, τὰς πρῴρας μὲν ἔξω, ἔσω δὲ τὰς πρύμνας, καὶ τά τε λεπτὰ πλοῖα ἃ ξυνέπλει ἐντὸς ποιοῦνται καὶ πέντε ναῦς τὰς ἄριστα πλεούσας, ὅπως ἐκπλέοιεν διὰ βραχέος παραγιγνόμενοι, εἴ πῃ προσπίπτοιεν οἱ ἐναντίοι.
伯罗奔尼撒人将他们的船只排成一个尽可能大的圆阵,不给敌人突破的空隙,使船首朝外,船尾朝内;他们把同行的小型轻捷船只安置在圆阵内部,以及五艘航速最快的船只,以便在敌人从任何地方发起袭击时,它们能够迅速驶出前去支援。

词汇与语法注释

  1. §2.83.1ἠναγκάσθησαν — 尽管主语是中性单数名词 τὸ ναυτικόν(舰队),但动词却使用了复数形式 ἠναγκάσθησαν。这是“依意合一”(constructio ad sensum)的典型例子,将集体名词“舰队”视为由众多士兵和船员构成的复数概念来与动词一致。
  2. §2.83.3οὐκ ἂν οἰόμενοι — 助词 ἄν 附着于分词 οἰόμενοι,修饰其后紧跟的不定式 τολμῆσαι,用以表达潜在或推测的语气(“不认为雅典人会敢于发起海战”)。
  3. §2.83.3οὐκ ἔλαθον νυκτὸς ἀφορμισάμενοι — 这是 λανθάνω(不被察觉地做某事)接分词(ἀφορμισάμενοι)的句式。与否定词 οὐκ 连用,表示“他们夜间启航并未能瞒过对方”,即表明其夜间离港的举动已被雅典人察觉。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.83.1-2.83.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.83.1-2.83.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。